Ancient Greek · ~2 min
2.Περὶ μεγέθους ἡλίου. to 2.Περὶ σχήματος ἡλίου.
Pseudo-Plutarch, Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων 2.Περὶ μεγέθους ἡλίου.-2.Περὶ σχήματος ἡλίου.
Not analysed yet
Ἀναξίμανδρος τὸν μὲν ἣλιον ἴσον τῇ γῇ εἶναι, τὸν δὲ κύκλον, ἀφʼ οὗ τὴν ἐκπνοὴν ἔχει καὶ ὑφʼ οὗ φέρεται, ἑπτακαιεικοσαπλασίονα τῆς γῆς. Ἀναξαγόρας πολλαπλασίονα Πελοποννήσου. Ἡράκλειτος εὖρος ποδὸς ἀνθρωπείου. Ἐπίκουρος τηλικοῦτον ἡλίκος φαίνεται, ἢ μικρῷ μείζω ἢ ἐλάττω. Ἀναξιμένης πλατὺν ὡς πέταλον τὸν ἣλιον. Ἡράκλειτος σκαφοειδῆ, ὑπόκυρτον. οἱ Στωικοὶ σφαιροειδῆ, ὡς τὸν κόσμον καὶ τὰ ἄστρα. Ἐπίκουρος ἐνδέχεσθαι τὰ προειρημένα πάντα.