Ancient Greek · ~4 min
Book 2
Pseudo-Plutarch, Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων 2.Περὶ τάξεως τοῦ κόσμου.
Not analysed yet
Παρμενίδης στεφάνας εἶναι περιπεπλεγμένας ἐπαλλήλους, τὴν μὲν ἐκ τοῦ ἀραιοῦ τὴν δʼ ἐκ τοῦ πυκνοῦ· μικτὰς δʼ ἄλλας ἐκ φωτὸς καὶ σκότους μεταξὺ τούτων· καὶ τὸ περιέχον δὲ πάσας τείχους δίκην στερεὸν ὑπάρχειν. Λεύκιππος καὶ Δημόκριτος χιτῶνα κύκλῳ καὶ ὑμένα περιτείνουσι τῷ κόσμῳ· Ἐπίκουρος ἐνίων μὲν κόσμων ἀραιὸν τὸ πέρας ἐνίων δὲ πυκνόν, καὶ τούτων τὰ μέν τινα κινούμενα τὰ δʼ ἀκίνητα. Πλάτων πῦρ πρῶτον εἶτʼ αἰθέρα μεθʼ ὃν ἀέρα ἐφʼ ᾧ ὕδωρ, τελευταίαν δὲ γῆν· ἐνίοτε δὲ τὸν αἰθέρα τῷ πυρὶ συνάπτει. Ἀριστοτέλης πρῶτον μὲν αἰθέρα ἀπαθῆ, πέμπτον δή τι σῶμα· μεθʼ ὃν παθητὰ πῦρ ἀέρα ὕδωρ τελευταίαν δὲ γῆν. τούτων δὲ τοῖς μὲν οὐρανίοις ἀποδεδόσθαι τὴν κυκλικὴν κίνησιν ,τῶν δʼ ὑπʼ ἐκεῖνα τεταγμένων τοῖς μὲν κούφοις τὴν ἄνω τοῖς. δὲ βαρέσι τὴν κάτω. Ἐμπεδοκλῆς μὴ διὰ παντὸς ἑστῶτας εἶναι μηδʼ ὡρισμένους τοὺς τόπους τῶν στοιχείων, ἀλλὰ πανταχῶς ἀλλήλων μεταλαμβάνειν.