Ancient Greek · ~2 min
Book 2
Pseudo-Plutarch, Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων 2.Τίς ἡ αἰτία τοῦ τὸν κόσμον ἐγκλιθῆναι.
Not analysed yet
Διογένης καὶ Ἀναξαγόρας μετὰ τὸ συστῆναι τὸν κόσμον καὶ ζῷα ἐκ τῆς γῆς ἐξαγαγεῖν; ἐγκλιθῆναί πως τὸν κόσμον ἐκ τοῦ αὐτομάτου εἰς τὸ μεσημβρινὸν αὑτοῦ μέρος, ἴσως ὑπὸ, προνοίας, ἵνʼ ἃ μὲν ἀοίκητα γένηται ἃ δʼ οἰκητὰ μέρη τοῦ κόσμου, κατὰ ψῦξιν καὶ ἐκπύρωσιν καὶ εὐκρασίαν. Ἐμπεδοκλῆς, τοῦ ἀέρος εἴξαντος τῇ τοῦ ἡλίου ὁρμῇ, ἐγκλιθῆναι τὰς ἄρκτους, καὶ τὰ μὲν βόρεια ὑψωθῆναι τὰ δὲ νότια ταπεινωθῆναι, καθʼ ὃ καὶ τὸν ὅλον κόσμον.