Ancient Greek · ~3 min
2.Περὶ τοῦ ἐκτὸς τοῦ κόσμου, εἰ ἔστι κενόν. to 2.Περὶ οὐρανοῦ, τίς ἡ τούτου οὐσία.
Pseudo-Plutarch, Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων 2.Περὶ τοῦ ἐκτὸς τοῦ κόσμου, εἰ ἔστι κενόν.-2.Περὶ οὐρανοῦ, τίς ἡ τούτου οὐσία.
Not analysed yet
οἱ μὲν· ἀπὸ Πυθαγόρου ἐκτὸς εἶναι τοῦ κόσμου κενόν, εἰς ὃ ἀναπνεῖ ὁ κόσμος καὶ ἐξ οὗ. οἱ δὲ Στωικοί, εἰς ὃ κατὰ τὴν ἐκπύρωσιν ἀναλύεται τὸ ἄπειρον. Ποσειδώνιος οὐκ ἄπειρον, ἀλλʼ ὅσον αὔταρκες εἰς τὴν διάλυσιν, ἐν τῷ πρώτῳ Περὶ κενοῦ. Ἀριστοτέλης μηδὲν εἶναι κενόν. Πλάτων μήτʼ ἐκτὸς τοῦ κόσμου μήτʼ ἐντὸς μηδὲν εἶναι κενόν. Πυθαγόρας Πλάτων Ἀριστοτέλης δεξιὰ τοῦ κόσμου τὰ ἀνατολικὰ μέρη, ἀφʼ ὧν ἡ ἀρχὴ τῆς κινήσεως, ἀριστερὰ δὲ τὰ δυτικά. Ἐμπεδοκλῆς δεξιὰ μὲν τὰ κατὰ τὸν θερινὸν τροπικόν, ἀριστερὰ δὲ τὰ κατὰ τὸν χειμερινόν. Ἀναξιμένης τὴν περιφορὰν τὴν ἐξωτάτω γῆς εἶναι. Ἐμπεδοκλῆς στερέμνιον εἶναι τὸν οὐρανὸν ἐξ ἀέρος συμπαγέντος ὑπὸ πυρὸς κρυσταλλοειδῶς, τὸ πυρῶδες καὶ τὸ ἀερῶδες ἐν ἑκατέρῳ τῶν ἡμισφαιρίων περιέχοντα. Ἀριστοτέλης ἐκ πέμπτου σώματος, πυρὸς, ἢ ἐκ θερμοῦ καὶ ψυχροῦ μίγματος.