Ancient Greek · ~2 min
Book 2
Pseudo-Plutarch, Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων 2.Περὶ τροπῶν ἡλίου.
Not analysed yet
Ἀναξιμένης ὑπὸ πεπυκνωμένου ἀέρος καὶ ἀντιτύπου ἐξωθεῖσθαι τὰ ἄστρα. Ἀναξαγόρας ἀνταπώσει τοῦ πρὸς ταῖς ἄρκτοις ἀέρος, ὃν αὐτὸς συνωθῶν ἐκ τῆς πυκνώσεως ἰσχυροποιεῖ. Ἐμπεδοκλῆς ὑπὸ τῆς περιεχούσης αὐτὸν σφαίρας κωλυόμενον ἄχρι παντὸς εὐθυπορεῖν καὶ ὑπὸ τῶν τροπικῶν κύκλων. Διογένης ὑπὸ τοῦ ἀντιπίπτοντος τῇ θερμότητι ψύχους σβέννυσθαι τὸν ἥλιον. οἱ Στωικοὶ κατὰ τὸ διάστημα τῆς ὑποκειμένης τροφῆς διέρχεσθαι τὸν ἣλιον· ὠκεανὸς δʼ ἐστὶν ἢ γῆ, ἧς τὴν ἀναθυμίασιν ἐπινέμεται. Πλάτων Πυθαγόρας Ἀριστοτέλης παρὰ τὴν λόξωσιν τοῦ ζῳδιακοῦ κύκλου, διʼ οὗ φέρεται λοξοπορῶν ὁ ἥλιος, καὶ κατὰ δορυφορίαν τῶν τροπικῶν κύκλων ταῦτα δὲ πάντα καὶ ἡ σφαῖρα δείκνυσιν.