Ancient Greek · ~2 min
Book 2
Pseudo-Plutarch, Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων 2.Περὶ τῆς τῶν ἀστέρων φορᾶς καὶ κινήσεως.
Not analysed yet
Ἀναξαγόρας Δημόκριτος Κλεάνθης ἀπʼ ἀνατολῶν ἐπὶ δυσμὰς φέρεσθαι πάντας τοὺς ἀστέρας. Ἀλκμαίων καὶ οἱ μαθηματικοὶ τοὺς πλανήτας τοῖς ἀπλανέσιν ἐναντίους ἀπὸ γὰρ δυσμῶν ἐπʼ ἀνατολὰς ἀντιφέρεσθαι. Ἀναξίμανδρος ὑπὸ τῶν κύκλων καὶ τῶν σφαιρῶν, ἐφʼ ὧν ἕκαστος βέβηκε, φέρεσθαι. Ἀναξιμένης οὐχ ὑπὸ τὴν γῆν περὶ αὐτὴν δὲ στρέφεσθαι τοὺς ἀστέρας. Πλάτων καὶ οἱ μαθηματικοὶ ἰσοδρόμους εἶναι τὸν ἥλιον τὸν ἑωσφόρον τὸν στίλβοντα.