Ancient Greek · ~2 min
2.Πόθεν φωτίζονται οἱ ἀστέρες. to 2.Περὶ τῶν ἄστρων τῶν καλουμένων Διοσκούρων.
Pseudo-Plutarch, Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων 2.Πόθεν φωτίζονται οἱ ἀστέρες.-2.Περὶ τῶν ἄστρων τῶν καλουμένων Διοσκούρων.
Not analysed yet
Μητρόδωρος ἅπαντας τοὺς ἀπλανεῖς ἀστέρας ὑπὸ τοῦ ἡλίου προσλάμπεσθαι. Ἡράκλειτος καὶ οἱ Στωικοὶ τρέφεσθαι τοὺς ἀστέρας ἐκ τῆς ἐπιγείου ἀναθυμιάσεως. Ἀριστοτέλης μὴ δεῖσθαι τὰ οὐράνια τροφῆς· οὐ γὰρ φθαρτὰ ἀλλʼ ἀίδια. Πλάτων καὶ οἱ Στωικοί, ὡς ὅλον τὸν κόσμον, καὶ τὰ ἄστρα ἐξ αὑτῶν τρέφεσθαι. Ξενοφάνης τοὺς ἐπὶ τῶν πλοίων φαινομένους οἷον ἀστέρας νεφέλια εἶναι κατὰ τὴν ποιὰν κίνησιν παραλάμποντα. Μητρόδωρος τῶν ὁρώντων ὀφθαλμῶν μετὰ δέους καὶ καταπλήξεως εἶναι στιλβηδόνας.