Ancient Greek · ~2 min
Book 3
Pseudo-Plutarch, Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων 3.Περὶ κινήσεως γῆς.
Not analysed yet
οἱ μὲν ἄλλοι μένειν τὴν γῆν. Φιλόλαος δʼ ὁ Πυθαγόρειος κύκλῳ περιφέρεσθαι περὶ τὸ πῦρ κατὰ κύκλου λοξοῦ ὁμοιοτρόπως ἡλίῳ καὶ σελήνῃ. Ἡρακλείδης ὁ Ποντικὸς καὶ Ἔκφαντος ὁ Πυθαγόρειος κινοῦσι μὲν τὴν γῆν, οὐ μήν γε μεταβατικῶς ἀλλὰ τρεπτικῶς; τροχοῦ δίκην ἐνηξονισμένην, ἀπὸ δυσμῶν ἐπʼ ἀνατολὰς · περὶ τὸ ἴδιον αὐτῆς κέντρον. Δημόκριτος Κατʼ ἀρχὰς μὲν πλάζεσθαι τὴν γῆν διά τε μικρότητα καὶ κουφότητα, πυκνωθεῖσαν δὲ τῷ χρόνῳ καὶ βαρυνθεῖσαν καταστῆναι.