Ancient Greek · ~1 min
Book 3
Pseudo-Plutarch, Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων 3.Περὶ διαιρέσεως γῆς.
Not analysed yet
Πυθαγόρας τὴν γῆν ἀναλόγως τῇ τοῦ παντὸς σφαίρᾳ διῃρῆσθαι εἰς πέντε ζώνας, ἀρκτικὴν ἀνταρκτικὴν θερινὴν χειμερινὴν ἰσημερινήν, ὧν ἡ μέση τὸ μέσον τῆς γῆς ὁρίζει, παρʼ αὐτὸ τοῦτο διακεκαυμένη καλουμένη ἡ δʼ οἰκητή ἐστιν ἡ μέση τῆς θερινῆς καὶ χειμερινῆς, εὔκρατός τις οὖσα.