Ancient Greek · ~7 min
Book 3
Pseudo-Plutarch, Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων 3.Περὶ σεισμῶν γῆς.
Not analysed yet
Θαλῆς μὲν καὶ Δημόκριτος ὕδατι τὴν αἰτίαν τῶν σεισμῶν προσάπτουσιν. οἱ δὲ Στωικοί φασι σεισμός ἐστι τὸ ἐν τῇ γῇ ὑγρὸν εἰς ἀέρα διακρινόμενον καὶ ἐκπῖπτον Ἀναξιμένης ξηρότητα καὶ ὑγρότητα τῆς γῆς αἰτίαν τῶν σεισμῶν, ὧν τὴν μὲν αὐχμοὶ γεννῶσι τὴν δʼ ἐπομβρίαι. Ἀναξαγόρας; ἀέρος ὑποδύσει τῇ μὲν πυκνότητι τῆς ἐπιφανείας προσπίπτοντος τῷ δʼ ἔκκρισιν λαβεῖν μὴ δύνασθαι τρόμῳ τὸ περιέχον κραδαίνοντος. Ἀριστοτέλης διὰ τὴν τοῦ ψυχροῦ πανταχόθεν ἀντιπερίστασιν, κάτωθεν καὶ ἄνωθεν αὐτῇ περιστάντος· τὸ γὰρ θερμὸν ἀνωτέρω γενέσθαι σπεύδει ἅτε δὴ κοῦφον ὄν· διὰ τοῦτο, ἐν ἀπολήψει γινομένης τῆς ξηρᾶς ἀναθυμιάσεως, τῇ σφηνώσει καὶ τοῖς ἀντελιγμοῖς διαταράττεσθαι. Μητρόδωρος μηδὲν ἐν τῷ οἰκείῳ τόπῳ σῶμα κινεῖσθαι, εἰ μή τις προώσειεν ἢ καθελκύσειε κατʼ ἐνέργειαν διὸ μηδὲ τὴν γῆν, ἅτε δὴ κειμένην φυσικῶς, κινεῖσθαι, τόπους δέ τινας αὐτῆς νοστεῖν τοῖς σάλοις. Παρμενίδης Δημόκριτος διὰ τὸ πανταχόθεν ἴσον ἀφεστῶσαν μένειν ἐπὶ τῆς ἰσορροπίας, οὐκ ἔχουσαν αἰτίαν διʼ ἣν δεῦρο μᾶλλον ἢ ἐκεῖσε ῥέψειεν ἄν· διὰ τοῦτο μόνον μὲν κραδαίνεσθαι μὴ κινεῖσθαι δέ. Ἀναξιμένης διὰ τὸ πλάτος ἐποχεῖσθαι τῷ ἀέρι. οἱ δέ φασιν ἐφʼ ὕδατος, καθάπερ τὰ πλαταμώδη καὶ σανιδώδη ἐπὶ τῶν ὑδάτων· διὰ τοῦτο κινεῖσθαι. Πλάτων πάσης μὲν κινήσεως ἓξ εἶναι περιστάσεις, ἄνω καὶ κάτω, ἐπὶ τὰ δεξιὰ καὶ θάτερα, ἔμπροσθεν καὶ ὄπισθεν· κατʼ οὐδεμίαν δὲ τούτων ἐνδέχεσθαι τὴν γῆν κινεῖσθαι, ἐν τῷ πανταχόθεν κατωτάτην κειμένην· μένειν μὲν οὖν ἀκίνητον, μηδὲν ἔχουσαν ἐξαίρετον εἰς τὸ ῥέψαι μᾶλλον, τόπους δʼ αὐτῆς κατʼ ἀραιότητα σαλεύεσθαι. Ἐπίκουρος ἐνδέχεσθαι μὲν ὑπὸ πάχους ἀέρος τοῦ ὑποκειμένου ὑδατώδους ὄντος ἀνακρουομένην αὐτὴν καὶ οἷον ὑποτυπτομένην κινεῖσθαι, ἐνδέχεσθαι δὲ καὶ σηραγγώδη τοῖς κατωτέρω μέρεσι καθεστῶσαν ὑπὸ τοῦ διασπειρομένου πνεύματος εἰς τὰς ἀντροειδεῖς κοιλότητας ἐμπίπτοντος σαλεύεσθαι.