Ancient Greek · ~3 min
3.Περὶ χειμῶνος καὶ θέρους. to 3.Περὶ σχήματος γῆς.
Pseudo-Plutarch, Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων 3.Περὶ χειμῶνος καὶ θέρους.-3.Περὶ σχήματος γῆς.
Not analysed yet
Ἐμπεδοκλῆς καὶ οἱ Στωικοὶ χειμῶνα μὲν γίνεσθαι τοῦ ἀέρος ἐπικρατοῦντος τῇ πυκνώσει καὶ εἰς τὸ ἀνωτέρω βιαζομένου, θερείαν δὲ τοῦ πυρός, ὅταν εἰς τὸ κατωτέρω βιάζηται Περιγεγραμμένων δέ μοι τῶν μεταρσίων, ἐφοδευθήσεται καὶ τὰ πρόσγεια. Θαλῆς καὶ οἱ ἀπʼ αὐτοῦ μίαν εἶναι τὴν γῆν. ἱκέτης ὁ Πυθαγόρειος δύο, ταύτην καὶ τὴν ἀντίχθονα. οἱ Στωικοὶ τὴν γῆν μίαν καὶ πεπερασμένην. Ξενοφάνης ἐκ τοῦ κατωτέρω μέρους εἰς ἄπειρον ἐρριζῶσθαι, ἐξ ἀέρος δὲ καὶ πυρὸς συμπαγῆναι. Μητρόδωρος τὴν μὲν γῆν ὑπόστασιν εἶναι καὶ τρύγα τοῦ ὕδατος, τὸν δʼ ἥλιον τοῦ ἀέρος. Θαλῆς καὶ οἱ Στωικοὶ καὶ οἱ ἀπʼ αὐτῶν σφαιροειδῆ τὴν γῆν. Ἀναξίμανδρος λίθῳ κίονι τὴν γῆν προσφερῆ τῶν ἐπιπέδων. Ἀναξιμένης τραπεζοειδῆ. Λεύκιππος τυμπανοειδῆ. Δημόκριτος δισκοειδῆ μὲν τῷ πλάτει κοίλην δὲ τῷ μέσῳ.