Ancient Greek · ~2 min
Book 3
Pseudo-Plutarch, Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων 3.Περὶ ἀνέμων.
Not analysed yet
Ἀναξίμανδρος ἄνεμον εἶναι ῥύσιν ἀέρος, τῶν λεπτοτάτων ἐν αὐτῷ καὶ ὑγροτάτων ὑπὸ τοῦ ἡλίου κινουμένων ἢ τηκομένων. οἱ Στωικοὶ πᾶν πνεῦμα ἀέρος εἶναι ῥύσιν, ταῖς τῶν τόπων δὲ παραλλαγαῖς τὰς· ἐπωνυμίας παραλλάττουσαν· οἷον τὸν ἀπὸ τοῦ ζόφου καὶ τῆς δύσεως ζέφυρον, τὸν δʼ ἀπὸ τῆς ἀνατολῆς καὶ τοῦ ἡλίου ἀπηλιώτην, τὸν δʼ ἀπὸ τῶν ἄρκτων βορέαν, τὸν δʼ ἀπὸ τῶν νοτίων λίβα. Μητρόδωρος ὑδατώδους ἀναθυμιάσεως διὰ τὴν ἡλιακὴν ἔκκαυσιν γίνεσθαι ὁρμὴν πνευμάτων θείων τοὺς δʼ ἐτησίας πνεῖν, τοῦ πρὸς ταῖς ἄρκτοις παχυνθέντος ἀέρος, ὑποχωροῦντι τῷ ἡλίῳ κατὰ τὴν θερινὴν τροπὴν ἐπισυρρέοντος.