Ancient Greek · ~1 min
Book 4
Pseudo-Plutarch, Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων 4.Περὶ ψυχῆς.
Not analysed yet
Θαλῆς ἀπεφήνατο πρῶτος τὴν ψυχὴν φύσιν ἀεικίνητον ἢ αὐτοκίνητον. Πυθαγόρας ἀριθμὸν ἑαυτὸν κινοῦντα, τὸν δʼ ἀριθμὸν ἀντὶ τοῦ νοῦ παραλαμβάνει. Πλάτων οὐσίαν νοητήν, ἐξ ἑαυτῆς κινητὴν, κατʼ ἀριθμὸν ἐναρμόνιον κινουμένην. Ἀριστοτέλης ἐντελέχειαν πρώτην σώματος φυσικοῦ, ὀργανικοῦ, δυνάμει ζωὴν ἔχοντος· τὴν δʼ ἐντελέχειαν ἀκουστέον ἀντὶ τῆς ἐνεργείας. Δικαίαρχος; ἁρμονίαν τῶν τεσσάρων στοιχείων. Ἀσκληπιάδης ὁ ἰατρὸς συγγυμνασίαν τῶν αἰσθήσεων.