Ancient Greek · ~2 min
Book 4
Pseudo-Plutarch, Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων 4.Περὶ ἀκοῆς.
Not analysed yet
Ἐμπεδοκλῆς τὴν ἀκοὴν γίνεσθαι κατὰ πρόσπτωσιν πνεύματος τῷ χονδρώδει, ὅπερ φησὶν ἐξηρτῆσθαι, ἐντὸς τοῦ ὠτὸς κώδωνος δίκην αἰωρούμενον καὶ τυπτόμενον. Ἀλκμαίων ἀκούειν ἡμᾶς τῷ κενῷ τῷ ἐντὸς τοῦ ὠτός· τοῦτο γὰρ εἶναι· τὸ διηχοῦν κατὰ τὴν τοῦ πνεύματος ἐμβολήν· πάντα γὰρ τὰ κενὰ ἠχεῖ. Διογένης, τοῦ ἐν τῇ κεφαλῇ ἀέρος ὑπὸ τῆς φωνῆς τυπτομένου καὶ κινουμένου. Πλάτων καὶ οἱ ἀπʼ αὐτοῦ πλήττεσθαι τὸν ἐν τῇ κεφαλῇ ἀέρα· τοῦτον δʼ ἀνακλᾶσθαι εἰς τὸ ἡγεμονικὸν καὶ γίνεσθαι τῆς ἀκοῆς τὴν αἴσθησιν.