Ancient Greek · ~2 min
Book 5
Pseudo-Plutarch, Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων 5.Εἰ καὶ αἱ θήλειαι προΐενται σπέρμα.
Not analysed yet
Πυθαγόρας Ἐπίκουρος Δημόκριτος καὶ τὸ θῆλυ προΐεσθαι σπέρμα· ἔχει γὰρ παραστάτας ἀπεστραμμένους διὰ τοῦτο καὶ ὄρεξιν ἔχει παρὰ τὰς χρήσεις Ἀριστοτέλης καὶ Ζήνων ὕλην μὲν ὑγρὰν προΐεσθαι οἱονεὶ ἀπὸ τῆς συγγυμνασίας ἱδρῶτας, οὐ μὴν σπέρμα πεπτικόν. ἵππων προΐεσθαι μὲν σπέρμα τὰς θηλείας οὐχ ἣκιστα τῶν ἀρρένων, μὴ μέντοι εἰς ζῳογονίαν τοῦτο συμβάλλεσθαι διὰ τὸ ἐκτὸς πίπτειν τῆς ὑστέρας· ὅθεν ἐνίας προΐεσθαι πολλάκις δίχα τῶν ἀνδρῶν σπέρμα, καὶ μάλιστα τὰς χηρευούσας. καὶ εἶναι τὰ μὲν ὀστᾶ παρὰ τοῦ ἄρρενος τὰς δὲ σάρκας παρὰ τῆς θηλείας.