Ancient Greek · ~1 min
Book 5
Pseudo-Plutarch, Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων 5.Εἰ σῶμα τὸ σπέρμα.
Not analysed yet
Λεύκιππος καὶ Ζήνων σῶμα· ψυχῆς γὰρ εἶναι ἀπόσπασμα. Πυθαγόρας Πλάτων Ἀριστοτέλης ἀσώματον μὲν εἶναι τὴν δύναμιν τοῦ σπέρματος ὥσπερ νοῦν τὸν κινοῦντα, σωματικὴν δὲ τὴν ὕλην τὴν προχεομένην. Στράτων καὶ Δημόκριτος καὶ τὴν δύναμιν σῶμα πνευματικὴ γάρ.