Ancient Greek · ~3 min
Book 5
Pseudo-Plutarch, Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων 5.Πόσα γένη ζῴων καὶ εἰ πάντα αἰσθητὰ καὶ λογικά.
Not analysed yet
ἔστι πραγματεία Ἀριστοτέλους, ἐν ᾗ τέσσαρα γένη ζῴων φησί, χερσαῖα ἔνυδρα πτηνὰ οὐράνια καὶ γὰρ τὰ ἄστρα · . ζῷα λέγεσθαι καὶ τὸν κόσμον καὶ τῶν γηΐνων ζῷον λογικὸν ἀθάνατον. Δημόκριτος Ἐπίκουρος τὰ οὐράνια Ἀναξαγόρας πάντα τὰ ζῷα λόγον ἔχειν τὸν ἐνεργητικόν, τὸν δʼ οἱονεὶ νοῦν μὴ ἔχειν τὸν παθητικόν τὸν, λεγόμενον τοῦ νοῦ ἑρμηνέα. Πυθαγόρας Πλάτων λογικὰς μὲν εἶναι καὶ τῶν ἀλόγων ζῴων καλουμένων τὰς ψυχάς, οὐ μὴν λογικῶς ἐνεργούσας παρὰ τὴν δυσκρασίαν τῶν σωμάτων καὶ τὸ μὴ ἔχειν τὸ φραστικόν, ὥσπερ ἐπὶ τῶν πιθήκων καὶ τῶν κυνῶν ωοοῦσι μὲν γὰρ οὗτοι οὐ φράζουσι δέ. Διογένης μετέχειν μὲν αὐτὰ τοῦ νοητικοῦ μέρος· ,διὰ δὲ τὸ τὰ μὲν πυκνότητι τὰ δὲ πλεονασμῷ τῆς ὑγρασίας μήτε διανοεῖσθαι μήτʼ αἰσθάνεσθαι, προσφερῶς αὐτὰ διακεῖσθαι τοῖς μεμηνόσι, παραπεπαικότος τοῦ ἡγεμονικοῦ.