Ancient Greek · ~2 min
Book 5
Pseudo-Plutarch, Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων 5.Ἐν πόσῳ χρόνῳ μορφοῦται τὰ ζῷα ἐν γαστρὶ ὄντα.
Not analysed yet
Ἐμπεδοκλῆς ἐπὶ μὲν τῶν ἀνθρώπων ἄρχεσθαι τῆς διαρθρώσεως ἀπὸ ἕκτης καὶ τριακοστῆς, τελειοῦσθαι δὲ τοῖς μορίοις ἀπὸ πεντηκοστῆς μιᾶς δεούσης. Ἀσκληπιάδης; ἐπὶ μὲν τῶν ἀρρένων διὰ τὸ θερμότερα εἶναι τὴν διάρθρωσιν γίνεσθαι ἀπὸ ἕκτης καὶ εἰκοστῆς· πολλάκις δὲ καὶ ἐνδοτέρω πληροῦσθαι δʼ ἐντὸς τῆς πεντηκοστῆς τοῖς μορίοις· ἐπὶ δὲ τῶν θηλυκῶν ἐν διμήνῳ διαρθροῦσθαι ἐν τετραμήνῳ δὲ τελειοῦσθαι διὰ ἐνδεῖν τοῦ θερμοῦ· τὰ· δὲ τῶν ἀλόγων ζῴων ὁλοτελῆ παρὰ τὰς συγκράσεις τῶν στοιχείων.