Ancient Greek · ~2 min
Book 5
Pseudo-Plutarch, Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων 5.Πῶς δίδυμα καὶ τρίδυμα γίνεται.
Not analysed yet
Ἐμπεδοκλῆς δίδυμα καὶ τρίδυμα γίνεσθαι κατὰ πλεονασμὸν καὶ περισχισμὸν τοῦ σπέρματος. Ἀσκληπιάδης παρὰ τὴν τῶν σπερμάτων διαφοράν, ὥσπερ τὰς κριθὰς τὰς διστίχους καὶ τριστίχουσʼ εἶναι γὰρ σπέρματα γονιμώτατα. Ἐρασίστρατος διὰ τὰς ἐπισυλλήψεις, ὥσπερ ἐπὶ τῶν ἀλόγων ζῴων· ὅταν γὰρ ἡ μήτρα ᾖ κεκαθαρμένη ,τότε ἐπισύλληψιν δέχεσθαι. οἱ Στωικοὶ παρὰ τοὺς ἐν τῇ μήτρᾳ τόπους ὅταν γὰρ εἰς πρῶτον καὶ δεύτερον ἐμπέσῃ τὸ σπέρμα, τότε γίνεσθαι τὰς ἐπισυλλήψεις καὶ τὰ δίδυμα καὶ τὰ τρίδυμα.