Ancient Greek · ~2 min
Book 5
Pseudo-Plutarch, Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων 5.Διὰ τί γυνὴ πολλάκις συνουσιάζουσα οὐ συλλαμβάνει.
Not analysed yet
Διοκλῆς ὁ ἰατρὸς ἢ παρὰ τὸ μηδʼ ὅλως ἐνίας σπέρμα προΐεσθαι ἢ παρὰ τὸ ἔλαττον τοῦ δέοντος ἢ διὰ τὸ τοιοῦτον, ἐν ᾧ τὸ ζῳοποιητικὸν οὐκ ἔστιν· ἢ διὰ θερμασίας ἢ ψύξεως ἢ ὑγρασίας ἢ ξηρότητος ἔνδειαν ἢ κατὰ παράλυσιν τῶν μορίων. οἱ δὲ Στωικοὶ κατὰ λοξότητα τοῦ καυλοῦ; μὴ δυναμένου τὸν γόνον εὐθυβολεῖν ἢ παρὰ τὸ ἀσύμμετρον τῶν μορίων ὡς πρὸς τὴν ἀπόστασιν τῆς μήτρας. Ἐρασίστρατος παρὰ τὴν μήτραν, ὅταν τύλους ἔχῃ καὶ σαρκώσεις, ἢ ἀραιοτέρα ᾖ τοῦ κατὰ φύσιν ἢ· μικροτέρα.