Ancient Greek · ~2 min
Book 5
Pseudo-Plutarch, Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων 5.Πῶς τρέφεται τὰ ἔμβρυα.
Not analysed yet
Δημόκριτος Ἐπίκουρος τὸ ἔμβρυον ἐν τῇ μήτρᾳ διὰ τοῦ στόματος τρέφεσθαι · ὅθεν εὐθέως γεννηθὲν ἐπὶ τὸν μαστὸν φέρεσθαι τῷ στόματι· εἶναι γὰρ καὶ ἐν τῇ μήτρᾳ θηλάς τινας καὶ στόματα, διʼ ὧν τρέφεται. οἱ Στωικοὶ διὰ τοῦ. χορίου καὶ τοῦ ὀμφαλοῦ ὅθεν τοῦτον εὐθέως ἀποδεῖν τὰς μαιουμένας καὶ ἀνευρύνειν τὸ στόμα, ἵνα ἑτέρα γένηται ἡ μελέτη τῆς τροφῆς. Ἀλκμαίων διʼ ὅλου τοῦ σώματος τρέφεσθαι ἀναλαμβάνειν γὰρ . αὐτῷ ὥσπερ σπογγιά τὰ ἀπὸ τῆς τροφῆς θρεπτικά.