Ancient Greek · ~1 min
Book 5
Pseudo-Plutarch, Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων 5.Τί πρῶτον τελεσιουργεῖται ἐν τῇ γαστρί.
Not analysed yet
οἱ Στωικοὶ ἅμα ὅλον γίνεσθαι. Ἀριστοτέλης πρῶτον τὴν ὀσφὺν ὡς τρόπιν νεώς. Ἀλκμαίων τὴν κεφαλήν, ἐν ἔστι τὸ ἡγεμονικόν οἱ ἰατροὶ τὴν καρδίαν, ἐν ᾗ αἱ φλέβες καὶ αἱ ἀρτηρίαι. οἱ δὲ τὸν μέγαν δάκτυλον τοῦ ποδός ἄλλοι δὲ τὸν ὀμφαλόν.