Ancient Greek · ~4 min
Book 5
Pseudo-Plutarch, Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων 5.Πῶς ἄρρενα γεννᾶται καὶ θήλεα.
Not analysed yet
Ἐμπεδοκλῆς ἄρρενα καὶ θήλεα γίνεσθαι παρὰ θερμότητα καὶ ψυχρότητα ὅθεν ἱστορεῖται τοὺς μὲν πρώτους ἄρρενας πρὸς ἀνατολῇ καὶ μεσημβρίᾳ γεγενῆσθαι μᾶλλον ἐκ τῆς γῆς, τὰς δὲ θηλείας πρὸς ταῖς ἄρκτοις. Παρμενίδης ἀντιστρόφως· τὰ μὲν πρὸς ταῖς ἄρκτοις ἄρρενα βλαστῆσαι, τοῦ γὰρ πυκνοῦ μετέχειν πλείονος· τὰ δὲ πρὸς ταῖς μεσημβρίαις θήλεα παρὰ τὴν ἀραιότητα. Ἱππῶναξ παρὰ τὸ συνεστὼς καὶ ἰσχυρὸν ἢ πσρὰ τὸ ῥευστικόν τε καὶ ἀσθενέστερον σπέρμα. Ἀναξαγόρας Παρμενίδης τὰ μὲν ἐκ τῶν δεξιῶν καταβάλλεσθαι εἰς τὰ δεξιὰ μέρη τῆς μήτρας, τὰ δʼ ἐκ τῶν ἀριστερῶν εἰς τὰ ἀριστερά· εἰ δʼ ἐναλλαγείη τὰ τῆς καταβολῆς, γίνεσθαι θήλεα. Λεωφάνης, οὗ μέμνηται Ἀριστοτέλης, τὰ μὲν ἐκ τοῦ δεξιοῦ διδύμου τὰ δʼ ἐκ τοῦ ἀριστεροῦ. Λεύκιππος διὰ τὴν παραλλαγὴν τῶν μορίων, καθʼ ἣν ὁ μὲν καυλὸν ἡ δὲ μήτραν ἔχει· τοσοῦτον γὰρ μόνον λέγει. Δημόκριτος τὰ μὲν κοινὰ μέρη ἐξ ὁποτέρου ἂν τύχῃ, τὰ δʼ ἰδιάζοντα καὶ κατʼ ἐπικράτειαν. Ἱππῶναξ, εἰ μὲν ἡ γονὴ κρατήσειεν, ἄρρεν εἰ δʼ ἡ τροφή, θῆλυ.