Ancient Greek · ~1 min
Book 5
Pseudo-Plutarch, Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων 5.Πῶς τέρατα γίνεται.
Not analysed yet
Ἐμπεδοκλῆς τέρατα γίνεσθαι παρὰ πλεονασμὸν σπέρματος ἢ παρʼ ἔλλειψιν ἢ παρὰ τὴν τῆς κινήσεως ταραχὴν ἢ παρὰ τὴν εἰς πλείω διαίρεσιν ἢ παρὰ τὸ ἀπονεύειν· οὕτω προειληφὼς φαίνεται σχεδόν τι πάσας τὰς αἰτιολογίας. Στράτων παρὰ πρόσθεσιν ἢ ἀφαίρεσιν ἢ μετάθεσιν ἢ πνευμάτωσιν. τῶν ἰατρῶν τινες παρὰ τὸ διαστρέφεσθαι τότε τὴν μήτραν ἐμπνευματουμένην.