Ancient Greek · ~2 min
Book 5
Pseudo-Plutarch, Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων 5.Πῶς ὄνειροι γίνονται.
Not analysed yet
Δημόκριτος τοὺς ὀνείρους γίνεσθαι κατὰ τὰς τῶν εἰδώλων παραστάσεις. Στράτων ἀλόγῳ φύσει τῆς διανοίας ἐν τοῖς ὕπνοις αἰσθητικωτέρας μέν πως γινομένης, παρʼ αὐτὸ δὲ τοῦτο τῷ γνωστικῷ κινουμένης. Ἡρόφιλος τῶν ὀνείρων τοὺς μὲν θεοπνεύστους,υς κατʼ ἀνάγκην γίνεσθαι τοὺς δὲ φυσικούς, ἀνειδωλοποιουμένης τῆς ψυχῆς τὸ συμφέρον αὑτῇ καὶ τὸ πρὸς τούτοις ἐσόμενον· τοὺς δὲ συγκραματικοὺς ἐκ τοῦ αὐτομάτου κατʼ εἰδώλων πρόσπτωσιν, ὅταν ἃ βουλόμεθα βλέπωμεν, ὡς ἐπὶ τῶν τὰς ἐρωμένας ὁρώντων ἐν ὕπνῳ γίνεται.