Ancient Greek · ~2 min
Book 5
Pseudo-Plutarch, Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων 5.Τίς ἡ οὐσία τοῦ σπέρματος.
Not analysed yet
Ἀριστοτέλης. σπέρμα ἐστὶ τὸ δυνάμενον κινεῖν ἐν ἑαυτῷ εἰς τὸ ἀποτελέσαι τι τοιοῦτον, οἷόν ἐστι τὸ ἐξ οὗ συνεκρίθη. Πυθαγόρας ἀφρὸν τοῦ χρηστοτάτου αἵματος τὸ σπέρμα, περίττωμα τῆς τροφῆς, ὥσπερ τὸ αἷμα καὶ μυελόν. Ἀλκμαίων ἐγκεφάλου μέρος Πλάτων μυελοῦ τοῦ νωτιαίου ἀπόρροιαν. Ἐπίκουρος ψυχῆς καὶ σώματος ἀπόσπασμα. Δημόκριτος ἀφʼ ὅλων τῶν σωμάτων καὶ τῶν κυριωτάτων μερῶν, οἷον ὀστῶν σαρκῶν καὶ ἰνῶν.