Ancient Greek · ~3 min
5.Ἐκ ποίων συνίσταται στοιχείων ἕκαστον τῶν ἐν ἡμῖν γενικῶν μορίων. to 5.Πότε καὶ πῶς ἄρχεται ὁ ἄνθρωπος τῆς τελειότητος.
Pseudo-Plutarch, Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων 5.Ἐκ ποίων συνίσταται στοιχείων ἕκαστον τῶν ἐν ἡμῖν γενικῶν μορίων.-5.Πότε καὶ πῶς ἄρχεται ὁ ἄνθρωπος τῆς τελειότητος.
Not analysed yet
Ἐμπεδοκλῆς τὰς μὲν σάρκας γεννᾶσθαι ἐκ τῶν ἴσων τῇ κράσει τεττάρων στοιχείων τὰ δὲ νεῦρα πυρὸς καὶ γῆς, ὕδατι διπλασίονι μιχθέντων τοὺς δʼ ὄνυχας τοῖς ζῴοις γεννᾶσθαι, τῶν νεύρων καθὸ τῷ ἀέρι συνέτυχε περιψυχθέντων· ὀστᾶ δὲ δυεῖν μὲν ὕδατος καὶ τῆς ἔσω γῆς, τεττάρων δὲ πυρὸς καὶ γῆς τοσούτων συγκραθέντων μερῶν ἱδρῶτα δὲ καὶ δάκρυον γίνεσθαι τοῦ σωματικοῦ οὕτως . Ἡράκλειτος καὶ οἱ Στωικοὶ ἄρχεσθαι τοὺς ἀνθρώπους τῆς τελειότητος περὶ τὴν δευτέραν ἑβδομάδα, περὶ ἣν ὁ σπερματικὸς κινεῖται ὀρρός· τὰ γὰρ δένδρα ἄρχεται τότε τελειότητος, ὅταν ἄρχηται γεννᾶν τὰ, σπέρματα, ἀτελῆ δʼ ἐστὶν ἄγονα καὶ ἄκαρπα ὄντα· τέλειος οὖν τότε ἄνθρωπος. περὶ δὲ τὴν δευτέραν ἑβδομάδα ἔννοια γίνεται καλοῦ τε καὶ κακοῦ καὶ τῆς διδασκαλίας αὐτῶν.