Ancient Greek · ~3 min
Section 16
Pseudo-Plutarch, περὶ Μουσικῆς 16
Not analysed yet
καὶ ἡ Μιξολύδιος δὲ παθητικὴ τίς ἐστι, τραγῳδίαις ἁρμόζουσα. ,Ἀριστόξενος δέ φησι Σαπφὼ πρώτην εὕρασθαι τὴν Μιξολυδιστί, παρʼ ἧς τοὺς τραγῳδοποιοὺς μαθεῖν· λαβόντας γοῦν αὀτοὺς συζεῦξαι τῇ Δωριστί, ἐπεὶ ἡ μὲν τὸ μεγαλοπρεπὲς καὶ ἀξιωματικὸν ἀποδίδωσιν ἡ δὲ τὸ παθητικόν, μέμικται δὲ διὰ τούτων τραγῳδία. ἐν δὲ τοῖς Ἱστορικοῖς τῆς Ἁρμονικῆς Πυθοκλείδην φησὶ τὸν αὐλητὴν εὑρετὴν αὐτῆς γεγονέναι. Λῦσις δὲ Λαμπροκλέα τὸν Ἀθηναῖον συνιδόντα, ὅτι οὐκ ἐνταῦθα ἔχει τὴν διάζευξιν, ὅπου σχεδὸν ἅπαντες ᾤοντο, ἀλλʼ ἐπὶ τὸ ὀξύ, τοιοῦτον αὐτῆς ἀπεργάσασθαι τὸ σχῆμα οἷον τὸ ἀπὸ παραμέσης ἐπὶ ὑπάτην ὑπατῶν. ἀλλὰ μὴν καὶ τὴν Ἐπανειμένην Λυδιστί, εἴπερ ἐναντία τῇ Μιξολυδιστί, παραπλησίαν οὖσαν τῇ Ἰάδι, ὑπὸ Δάμωνος εὑρῆσθαί φασι τοῦ Ἀθηναίου.