Ancient Greek
Chapter 1
Pseudo-Polemon, Physiognomonica (Epitome Adamantiana) 1.1
Not analysed yet
[p. 169Fr.] Εἴπερ τι ἄλλο καὶ τὸ φυσιο- γνωμονεῖν ἐστι καὶ πολλὰ καὶ μεγάλα τοὺς μαθόντας ὠφελοῦν· οὔτε [p. 170] γὰρ παρακαταθήκην δοίη τις ἂν οὔτε γαμετὴν ἑαυτοῦ πιστεύσειεν ἢ διόλου τι κειμήλιον, οὐδεμὴν φιλίας τινὸς κοινωνήσειέ τινι ἢ ἀσελγείας ἢ ἀπιστίας ἢ ἄλλης κα- κουργίας σημεῖον φέροντι. πάντων ὡς ἔπος εἰπεῖν ἀνθρώπων ὥσπερ ἔκ τινος ἀμεταπταίστου ἢ θεοπέμπτου καὶ ὀξυτάτης Ps. Pol. μαντείας τῶν συγγνωριζομένων ἦθός τε καὶ βίου πρό- θεσιν [p. 1 71 |διὰ τούτων δεικνύντων, ὡς φυσιογνωμονη- θήσεται μὲν τὰς τῶν χρηστῶν φιλίας αἱρεῖσθαι, τὰς δὲ τῶν πονηρῶν κακίας φυλάττεσθαι ὑποτομαῖς ἐν τοῖς μεγίστοις ἡ τῶν μεγίστων ἐπίσκεψις ὠφελεῖν εἴωθε τοὺς εἰδότας, δῆλον ὡς πάσῃ σπουδῇ τὴν τέχνην ἐκμανθάνειν προσήκει. Καὶ τὰ μὲν ἐπὶ τοσοῦτον προειρήσθω· φυσιογνωμονεῖν δὲ χρὴ οὕτως ἐν ταῖς ἡλικίαις καὶ τοῖς γένεσι τῶν ἀνθρώ- πων. [p. 172] ἔστι γὰρ πολλῶν εἴδη ἐπιχώρια ἄλλα ἄλλοις, 20 τὸ μέντοι κατὰ γένος οὐ μέγα σημεῖον, ἀλλʼ οὐδὲ τὸ ἐπιχώριον, τὸ δὲ κατὰ ἡλικίαν καὶ ἀλλόφυλόν τινι προσὸν τοῦτο δὴ πλεῖον συμβάλλεται σημεῖον. ἐν δὲ τοῖς κατὰ φύσιν οὖσιν Pa. Pol. ἑκάστῳ εἴδεσι διαφόροις τὰ πολλὰ τῶν σημείων λελέξε- ται. ἔστι δὲ καὶ κατὰ γένη ἀνθρώπων φυσιογνωμονία· πολλὰ γὰρ ἐπίκοινα σημεῖα κατὰ ἔθνος ἕκαστον καὶ πολλὰ ἑκάστου εἰπεῖν σημεῖα ῥᾳδίως |p. 173] καὶ οὐκ ἐκ τῶν κατὰ ἄνδρας σημείων· καὶ τάδε εἰρήσεται· ὅ τι γὰρ ἑνὶ ἑκάστῳ σημεῖον ἕκαστον δύναται, τοῦτο καὶ τοῖς πλείοσι τὸ αὐτὸ δύναται. τῶν ἐθνῶν δὲ τὰ μὲν ἐπίκοινα σημεῖα, ἐξ ὧν τὸ γένος ἅπαν φυσιογνωμονεῖται, οὐ μόνον . . . καὶ Αἰθίοψιν, ἀλλὰ καὶ Σκύθαις καὶ τοῖς ἄλλοις ἀνθρώποις κατὰ γένη, ὡς καὶ ἐν ὑστέρῳ λεχθήσεται, ἰδίᾳ δὲ ἀνδρὶ ἑκάστῳ μεγάλα τὰ διάφορα [p. 174] τῶν σημείων. καὶ γὰρ δεῖ γνῶναι μᾶλλον κατὰ ἄνδρα Ps. Pol. ἰδίᾳ διαφέρειν ἢ κοινῶς κατὰ ἔθνος. οὕτω τὸ κατὰ ἄνδρα φυσιογνωμονεῖν ἀκραιφνέστατον καὶ ἀτρεκέστατον.