Ancient Greek
Chapter 1
Pseudo-Polemon, Physiognomonica (Epitome Adamantiana) 1.2
Not analysed yet
Τῶν δὲ σημείων σἱροῦ τὰ μέγιστα 〈καὶ〉 δοκιμώτατα καὶ ἄλλοις ἄλλων μᾶλλον πείθου· ἄλλα γὰρ ἄλλων δυνάμει προέχει. μέγιστον δὲ αἱ ἐκ τῶν σημείων μίξεις τὸ διάφορον ἀπεργάζονται ἐν τῇ τέχνῃ· τὰ γὰρ πολλὰ ἤθη καὶ [p. 175] βουλεύματα τῶν ἀνθρώπων ἐκ τῆς μίξεως τῶν σημείων κατανοεῖται. συμβαίνει δὲ καὶ μετάστασιν γενέσθαι τισὶ τοῦ Ps Pol. εἴδους παρὰ τὸ καθεστηκὸς χαίρουσιν ἢ λυπουμένοις ἢ θυμωθεῖσιν ἢ φοβουνμένοις ἢ ἐπὶ νηστείᾳ ἢ ἐπὶ πλησμονῇ ἢ τινι ἐπιθυμίᾳ ἢ σκεπτομένοις ἢ ὁρῶσιν ἢ ἀκούουσιν. καὶ πᾶν μὲν ἐν ταῖς τοιαύταις συντυχίαις οὐ τρέπεται τὸ εἶδος, ἀλλὰ 〈ἔστιν ἃ〈E καὶ ἀκίνητα μένει τῶν σημείων. ὁπόσα δὲ καὶ μεθίσταται, οὐκ ἴσον πᾶσι [p. 176 |μεταστή- σεται, ἀλλὰ τῆς οἰκείας φύσεως ἑκάστῳ ἐγγύς. χρὴ δὲ ἐν- νοεῖν, ὡς ὁποῖα ἐν πάθει ἑκάστῳ σημεῖα ἐπιγίνεται, τοιαῦτα εἴ τις ἐν γένει ἔχει, μάλιστα τὸ πάθος αὐτῷ ἐνίδρυται, ὅπερ Ps. Pol. ὑπὸ τῶν σημείων δηλοῦται· οἷον ἐὰν σημεῖα ἔχῃ, ὁποῖα τοῦ βουλευομένου, φροντιστὴν καὶ εὔβουλον τοῦτον λέγε. ἕτερος ἐὰν ἔχῃ σημεῖα τοῦ δόλον ἢ ἀπάτην τινὰ τυρεύοντος, κἂν μὴ παρʼ ὃν καιρὸν αὐτὸν ὁρᾷς δόλον τότε ἀρτύνει τινί, τοῦτον ἀποφαίνου [p. 177] δολερόν. τὸν αὐτὸν τρόπον καὶ εἰ θυμουμένου τις ἔχων σημεῖα μηδενμιᾷ τότε συνέλθῃ ὀργῇ, ὀργίλον αὐτὸν νόμιζε. καὶ ἐπὶ τῶν ἄλλων παθῶν παραφυλάξεις ὁνμοίως.