Ancient Greek
Chapter 1
Pseudo-Polemon, Physiognomonica (Epitome Adamantiana) 1.12
Not analysed yet
Ὀφθαλμοὶ γλαυκοὶ μικρὰς τὰς κόρας ἔχοντες ἀνελεύ- θερον καὶ φιλοχρήματον καὶ πανοῦργον ἄνδρα σημαίνουσιν. ὀφθαλμοὶ γλαυκοὶ ξηρότεροι ἄνομα ἤθη τοῦ ἀνδρὸς κατη- γοροῦσι· χολῇ γάρ ἐστιν ὁ τοιοῦτος βεβαμμένος. κυάνεοι Ps. Pol. ὀφθαλμοὶ ἐπίπαν ὑγρότεροι [p. 206 |καὶ κρείττονές εἰσι τῶν ἄλλων κυανέων ὀφθαλμῶν, 〈οῖ〉 δολερὸν ἄνδρα κατη- γοροῦσιν. ὅσοι δὲ ὀφθαλμοὶ κυάνεοι ὑγροὶ ὄντες εὐσταθεῖς εἰσι καὶ μεγάλοι, ἄριστα ἤθη τοῦ ἀνδρὸς δηλοῦσι, θυμώδεις δὲ καὶ οὗτοί εἰσιν. ὅσοι δὲ ἀσθενῆ τὰ γλαυκὰ ἔχοντες τῶν ὀφθαλμῶν καί εἰσιν ὑπολευκότεροι, ἀδύνατοι οἱ τοιοῦτοι ἄν- δρες καὶ δειλοὶ ὑπάρχουσιν. [p. 27] ὀφθαλμοὶ ἀσθενεῖς γίνονται μὲν ἐν τοῖς χαροποῖς μᾶλλον ἢ ἐν τοῖς γλαυκοῖς. τέως δὲ περὶ τῶν γλαυκῶν ἀσθενῶν ὁ λόγος. ψηφίδες οὖν ἐν τοῖς ὀφθαλμοῖς κυάνεαι [δὲ] περὶ ταῖς κόραις ὅνμοιαι κατὰ Ps. Pol. μέγεθος κέγχρου, ἕτεραι δὲ ξανθαὶ ἶσαι ταῖς ἄλλαις· τούτων ἐν στίχῳ οὐσῶν [p. 208] ἐν παραλλήλῳ ὡς ὅρμος περι- ακολουθεῖ τὴν κόρην. οἱ τοιοῦτοι ὀφθαλμοὶ δολερὰ ἤθη καὶ ἐπίκλοπα τοῦ ἀνδρὸς κατηγοροῦσιν, εἰ δὲ ἀσθενεῖς καὶ μικροί εἰσιν οἱ ὀφθαλμοί, κερδαλεώτερον καὶ δουλοπρεπῆ φιλοχρήμα- τόν τε καὶ πλείω διανοούμενον, ἕτερα λέγοντα καὶ ἄλλα ποιοῦντα κρυφῆ, καὶ ἐν τούτοις χαίρει κἂν μηδὲν εἴη αὐτῷ τὸ διάφορον, καὶ ἀπλῶς ὅσα κακὰ πάντα ἐπὶ κέρδει ποιεῖν ὀρέγεται ἔν τε τῷ κρυπτῷ ἔν τε τῷ φανερῷ, πλὴν [πάλιν| ὅσον ὑπὸ δειλίας Ps. Pol. κωλύεται· [p. 209] ἀσθενὴς γάρ ἐστι κατὰ τοὺς λαγωοὺς ὁ τοιοῦτος ἀνήρ, ἐπεὶ καὶ τὸ εἶδος τῶν ὀφθαλμῶν ὅμοιόν ἐστιν.