Ancient Greek
Chapter 1
Pseudo-Polemon, Physiognomonica (Epitome Adamantiana) 1.13
Not analysed yet
Ὀρθὴ στάσις ὀφθαλμῶν ἄριστον ἄνδρα δηλοῖ. ὀφθαλ- μοὶ ἄνω ἐσταλμένοι ματαιοσύνης καὶ ἀποπληξίας σημεῖον ἢ νόσου τῆς ἱερᾶς καλουνμένης γαστριμαργίας τε καὶ λαγνείας [p. 210] καὶ οἰνοφλυγίας. εἰ δὲ καὶ σὺν τούτοις τοῖς σημείοις τρόμος ἐνῇ, οὐ μακράν ἐστιν ἐπιληψίας. εἰ δὲ ὠχροί εἰσιν, ὠμὸν καὶ ἀπάνθρωπον τὸ φρόνημα σημαίνουσι καὶ φιλόφονον καὶ μιαιφόνον. ὑπέρυθροι δὲ μᾶλλον ὄντες καὶ μεγάλοι ἄνδρα φιλοπότην καὶ φιλόκωμον σημαίνουσι φιλο- Ps. Pol. γύναιον, φιλόκυβον, ἄσχημα φθεγγόμενον, κράκτην καὶ μάταιον. ὀφθαλμοὶ κάτω ἐστραμμένοι [p. 211| ἢ δυόμενοι τὰ αὐτὰ τοῖς ἄνω ἐστραμμένοις δηλοῦσι, περισσότερον δέ, ὅτι θυμὸν ἄγριον σημαίνουσι καὶ ὀργὴν μὴ μαλασσομένην. ἐᾶν δὲ ὁ μὲν εἷς ὀφθαλμὸς ἄνω χωρῇ, ὁ δὲ ἕτερος κάτω καὶ ἔτι τρόμος ἐν αὐτοῖς ἐνῇ καὶ αἱ ὀφρύες συμμύονται καὶ τὸ μέσον πλέον τραχὺ καὶ πυκνὸν ἀναφαῖνον αὐτούς, οὗτος ὁ ἀνὴρ εἰς τέλος ἤλασεν [p. 212| ἐπιληψίας.