Ancient Greek
Chapter 1
Pseudo-Polemon, Physiognomonica (Epitome Adamantiana) 1.17
Not analysed yet
Οἱ ὀφθαλμοὺς ἐξέχοντας ἔχοντες οὐκ ἐπαινετοὶ ἄν- δρες. οἷς μὲν οἴδημα περίκειται κύκλῳ, τὰ δὲ ὡς τάφρος Ps. Pol. βαθεῖα καὶ στενὴ περιακολουθεῖ, δολερὸν ἄνδρα ση- μαίνουσιν. οἱ δὲ πάντη ἀνεστηκότες ἀσωτείαν καὶ ματαιότητα καὶ μανίαν τῶν ἀνδρῶν [p. 221] κατηγοροῦσιν. προπήδησις ὀφθαλμῶν αἱματωδῶν οἰνοφλύγων καὶ γαστρινμάργων ἀν- δρῶν σημεῖον. εἰ δὲ γλαυκοί εἰσιν οὗτοι, ἀδίκους καὶ ἀσυν- έτους εἶναι νόει τοὺς ἄνδρας. εἰ δὲ καὶ τὰ βλέφαρα αὐτῶν κρατοῦνται, πλείονα τὴν ἄνοιαν αὐτοῦ σημαίνουσιν. εἰ δὲ Ps. Pol. οἰδοῦντές εἰσι ξηρότεροι, πατροφόνοι τε καὶ μητρο- φόνοι παιδοφθόροι τε καὶ φαρμακοὶ καὶ τὰ ὅμοια τούτων. εἰ δὲ [p. 222] ὑψηλοί εἰσιν οἱ ὀφθαλμοὶ μεγάλοι καὶ λαμπροὶ καὶ εὐαγεῖς καὶ ὑγρὸν βλέποντες, δικαίους, συνετούς, φιλομαθεῖς, ἔρωτος πλήρεις ἄνδρας δηλοῦσιν, ὁποῖος ἦν Σωκράτης ὁ φιλό- σοφος. ὀφθαλμοὶ τοῦ προσώπου πολὺ ἐξέχοντες μικροὶ πάνυ καὶ πυρροὶ οὐ φρενήρη ἄνδρα, ἀλλὰ παρεινμένον καὶ τὴν γλῶτταν καὶ τὸ σῶμα δηλοῦσιν.