Ancient Greek
Chapter 1
Pseudo-Polemon, Physiognomonica (Epitome Adamantiana) 1.16
Not analysed yet
Ὀφθαλμοὶ κοῖλοι πάνυ οὐκ ἐπαινετοί· ὅσοι δὲ κοῖλοι ὄντες ὥσπερ ὕδωρ ἐν ἀγγείῳ εἰ δὲ μὴ ὑπο- κινοῦνται καὶ μεγάλοι εἰσίν, οὐ πονηροὺς ἄνδρας σημαίνουσιν, εἰ μή τι ἄλλο παρακολουθήσει σημεῖον, τὴν γὰρ κοιλότητα ἢ τε ἰκμὰς καὶ τὸ μέγεθος παραμυθεῖται. ὀφθαλμοὶ κοῖλοι καὶ μικροὶ ἤθη δόλια σημαίνουσιν, ἐπίβουλα ἀνθρώποις, ζήλῳ καὶ φθόνῳ τετηκότα ,[p. 220 |ξηρότεροι δὲ καὶ Ps. Pol. πρὸς τοῖς εἰρημένοις κακοῖς ἀπιστίαν καὶ ἱεροσυλίαν τοῦ ἀνδρὸς κατηγοροῦσιν. οἱ μὲν οὖν ἀτενεῖς ὀφθαλμοὶ ἀχρηστότερα ἤθη ἐμφαίνουσιν, οἱ δὲ ὑπορρέοντες δολερώτερα, εἰ δὲ τῇ ἁβρότητι ὑπορρέοιεν, μωρότερα.