Ancient Greek
Chapter 1
Pseudo-Polemon, Physiognomonica (Epitome Adamantiana) 1.23
Not analysed yet
Ὀφθαλμοὶ πυκνὰ ἐπὶ μεγάλα ἀνοιγόμενοι καὶ ἄμα ἱστάμενοι ὡς νοοῦντες, τὴν αἰτίαν αὐτῶν δηλοῦσι καὶ τὴν ἔννοιαν. δηλοῖ καὶ αὐτοὺς τὸ ξηρόν, τὸ ὑγρόν, τὸ λαμπρόν, τὸ μαλακόν, τὸ ἔκλαμπρον, [p. 234] τὸ σκοτεινόν, τὸ μέγα, τὸ μικρόν, τὸ κοῖλον, τὸ ὑψηλόν, τὸ ἀτενές, τἄλλα ἅττα ἐπὶ τούτοις πολλάκις εἴρηται. ὅσοι οὖν ἀεὶ ὀφθαλμοὶ ἀνεῳγμένοι Ps Pol. εἰσὶ σκοτεινοὶ ὄντες καὶ ὑγροί, φροντιστὰς δηλοῦσιν ἄνδρας. εἰ δὲ πρὸς τούτοις ἥμερον βλέπουσι, καὶ χρηστοὺς σημαίνουσιν. ὀφθαλμοὶ ἐκπεπετασμένοι ξηροὶ μαρμαρύσ- σοντες καθαρὸν καὶ λαμπρὸν βλέποντες ἀναισχύντους καὶ παντόλμους δηλοῦσιν ἄνδρας.