Ancient Greek
Chapter 1
Pseudo-Polemon, Physiognomonica (Epitome Adamantiana) 1.24
Not analysed yet
Ὀφθαλμοὶ σκαρδαμυκτικοὶ [p. 235| δειλίας κατή- γοροί εἰσιν. ἐπίβουλοι δὲ καὶ οἱ τοιοῦτοι καὶ δόλον κρύ- Ps, Pol. πιοντες ἢ κακόν τι κρυπτὸν ἀρτύουσιν οἱ τοιοῦτοι ἄνδρες. αὐτοὶ δὲ οὗτοι διάστροφοι ἢ ὕπωχροι ὄντες μωρίαν δηλοῦσιν. ὀφθαλμοὶ ἀσκαρδάμυκτοι δεινὸν βλέποντες κακόν τι μηχανᾶσθαι τὸν ἄνδρα κατηγοροῦσι. πράως δὲ ἑστῶτες καὶ νοτίδος ἐνούσης φροντιστὴν ἄνδρα, φιλομαθῆ, ἐρωτι- κόν, ἥμερα ἤθη κεκτημένον σημαίνουσιν. ὅσοι δὲ ἀσκαρδά- μυκτοι ὄντες ὠχροὶ ἢ φοινικοῖ φαίνονται ἄμα ξηρότητι, Ps Pol. [p. 236] κακίαν καὶ μάχην καὶ ὀργὴν ἢ δαιμο- νικὴν κακότητα ἢ μωρίαν τοῦ ἀνδρὸς κατηγοροῦσιν. εἰ δὲ τοιοῦτοι ὄντες αὐτοὶ ἐν αὑτοῖς περιδινοῦνται, μανίᾳ καρτερᾷ συνέχονται.