Ancient Greek
Chapter 2
Pseudo-Polemon, Physiognomonica (Epitome Adamantiana) 2.30
Not analysed yet
[p. 243 Fr.] Πνεῦμα τὸ ἀεὶ ἀτρενμοῦν, ὡς ἄπνοον, φροντιστοῦ ὑπάρχει ἀνδρός, τὸ δὲ ποταπὴ ἡ φροντίς, παρὰ τῶν ὀφθαλμῶν μάθε τὸ ἀκριβές. εἰ δὲ [p. 244] ἀτρεμὲς ᾖ καὶ ἐπὶ πολὺ ἀθρόως ἐπίῃ, ὥσπερ καὶ παλιρροίας καὶ πλημμυ- Ps. Pol. ρίδος, λύπῃ τινὶ συνέχεται. εἰ δὲ κεφαλῆς ἄμα ἐπι- κινουμένης ἐπιστενάζει, μετανοεῖν ἔοικε κακόν τι ποιῶν ἢ ἰδών. ἐὰν δεδορκὼς τοῖς ὀφθαλμοῖς, ταῦτα προβουλεύει κακὰ μᾶλλον ἢ μετανοεῖ. πνεῦμα ἰὸν σχολῇ καὶ ἀκτυπὶ χωροῦν τὴν γνώ- μην καλῶς ἔχειν [p. 245] δηλοῖ. ὅταν δὲ ὑποβρύχῃ καὶ μεγάλα ἀναπνεῖ, ἀγριότητα καὶ οἰνοφλυγίαν δηλοῖ. ὁπόσοις Ps. Pol. δὲ τὰ ἄσθματα ἀεὶ καθάπερ ἐκ δρόμου τὸ πνεῦμα ἐλαύνεται, ἄβουλοι, κακόθυμοι, παντεπίθυμοι, παντολόγοι οἱ τοιοῦτοι ἄνδρες ὑπάρχουσιν. ὅσοι δὲ ὑψηλὸν ἐμπνέουσι καὶ αὐτοῖς πυκνόν τε καὶ ἐλαφρὸν τὸ πνεῦμα ἐν ταῖς ῥισὶν ἐμπνεῖ, [p. 246 ]δειλία καὶ ἀθυμία ἐν τούτοις ἐστί· γίνονται δὲ ἀνδρόγυνοι, ὅταν τἄλλα σημεῖα τούτοις συμμαρτυρῇ.