Ancient Greek
Chapter 2
Pseudo-Polemon, Physiognomonica (Epitome Adamantiana) 2.8
Not analysed yet
[p. 189 Fr.] Οὐλόθριξ ἀνὴρ πάνυ δειλὸς καὶ βδελυρός ἐστιν, ὁ δὲ εὐθύθριξ ἀγριώτερος καὶ ἀνοητότερος. ἄριστον δὲ σημεῖον τὸ μέσον τούτων ἔχον. σκληρότης τριχῶν θηριώδη ἄνδρα δηλοῖ· οὕτως γὰρ [p. 190] καὶ τῶν θηρίων. . . . . . καὶ ψεδνόδης κακοήθη τὸν ἄνδρα λέγει καὶ δόλιον. τὸ δὲ μέσον τῶν τριχῶν ἐπαινετὸν σημεῖον. μαλακαῖς δὲ πάνυ Ps. Pol. θριξὶ τετριχῶσθαι γυναικεῖον δηλοῖ τὸ ἦθος. οὐ μὴν ἀλλὰ καὶ πάνυ σκληραὶ τρίχες οὐκ ἀγαθόν· ἀγριότητα γὰρ τοῦ ἀνδρὸς κατηγοροῦσι. τὸ δὲ μέσον [p. 191] τούτων ἀρίστου ἀνδρὸς σημεῖον. μέλαινα κόμη δειλὸν καὶ πολυκερδῆ δηλοῖ, ἡ δὲ ξανθὴ καὶ ὑπόλευκος, ὁποία Σκυθῶν, σκαιότητα δηλοῖ ἤγουν κακότητα καὶ ἀγριότητα, τὸ δὲ πράως ὑπόξανθον εἰς εὐμάθειαν καὶ ἡμερότητα καὶ εὐτυχίαν τείνει. πυρρότης δὲ Ps. Pol. ἄκρατος κατὰ τὸ τῆς ῥοιᾶς ἄνθος οὐκ ἀγαθοῦ ἀνδρὸς τὸ σημεῖον, ὡς ἐπιπλεῖστον γὰρ αὐτῶν τὰ ἤθη ἐστὶ θηριώδη. σκέλη τετριχωμένα πάνυ θριξὶ πυκναῖς καὶ [p. 192] μεγάλαις δυσμαθῆ καὶ ἀγριώτερον σημαίνουσιν. ὅσοι δὲ ὀσφύας καὶ μηροὺς τῶν ἄλλων χωρὶς μελῶν πολύτριχές εἰσι, λάγνοι ἄν- δρες εἰσί. γαστὴρ καὶ στῆθος ἐπὶ πολὺ ἐὰν κομᾷ, κουφό- Ps. Pol. νουν τὸν ἄνδρα καὶ ἀλλοπρόσαλλον εἶναι καὶ ἀσελγῆ δηλοῦσι. στέρνα δὲ αὐτὰ καθʼ ἑαυτὰ τετριχωμένα θριξὶ δασείαις θερμοβούλους καὶ εὐψύχους ἄνδρας σημαίνει. εἰ δὲ ὤμους καὶ μετάφρενα τετριχωμένα ἴδῃς, παρείκαζε τούτους τοῖς ὀρνέοις ἐν ταῖς ψυχαῖς· ὡς ὑψηλὰ [p. 193] γὰρ τὰ νοή- ματα καὶ σταθερὰ δείκνυται αὐτῶν τὰ βουλεύματα. τὸ δὲ πᾶν σῶμα δασυτριχὲς τριχὶ στερεᾷ καὶ καταπύκνῳ βοώδη ἄνδρα Ps. Pol. δηλοῖ. . . . . . . καὶ τοῦ μετώπου δὲ εἰ ἡ εἰς τὸ μέσον ἐπικαταβαίνουσα ῥῖνα τετρίχωται, τὰ δὲ ἑκατέρωθεν οὐ, μεγα- λοψυχίας καὶ πλήρης δυνάμεώς [p. 194] ἐστι. τρίχες ὀρθαὶ ἑστῶσαι δειλίαν καὶ κακομηχανίαν τοῦ ἀνδρὸς σημαίνουσιν. ὅσοις τῶν ὀφρύων τὰ μὲν πρὸς τὴν ῥῖνα κάτω νεύει, τὰ Ps. Pol. δὲ ἐφʼ ἑκάτερα εἰς τοὺς κροτάφους χωρεῖ, τούτους εἰς τοὺς χοίρους εἴκαζε. τοιοῦτοι γὰρ τῇ γνώμῃ καὶ τῇ ψυχῇ ὑπάρχουσιν. οἱ δὲ σφόδρα συνόφρυες ἀνιαροί· πρέπει γὰρ αὐτοῖς ἡ λύπη.