Ancient Greek
2.38 to 2.39
Pseudo-Polemon, Physiognomonica (Epitome Adamantiana) 2.38-39
Not analysed yet
[p. 265 Fr.] Κλεῖδες συμπεφραγμέναι οὐκ ἀγαθὴν αἴσθησιν τὸν ἄνδρα σημαίνουσιν [p. 266] ἔχειν οὐδὲ ἀγαθο- εργὸν εἶναι τὸν τοιοῦτον ἄνδρα· αἱ δὲ διεστηκυῖαι ἄνανδρον σημαίνουσι τὸν τοιοῦτον· αἱ δὲ σύμμετρον τῆς ἀνοίξεως ἔχουσαι συνετὸν καὶ ἀνδρεῖον σημαίνουσιν. Ὦμοι παχεῖς οὐκ ἐπαινοῦσι τὸν ἄνδρα· ὧμοι δὲ λαγαροὶ ἀνανδρίαν καὶ δειλίαν σημαίνουσι τοῦ ἀνδρός· οἱ δὲ λεπτοὶ καὶ ὀξεῖς τὰς κορυφὰς κακοήθη ἄνδρα δηλοῦσιν.