Ancient Greek
Chapter 2
Pseudo-Polemon, Physiognomonica (Epitome Adamantiana) 2.40
Not analysed yet
Ἐὰν [p. 267] ἐπιμήκεις ὑπάρχουσιν αἱ ὠλέναι, ὡς κατακρένμασθαι τὰς χεῖρας ἄχρι τῶν γονάτων, ὀξέος καὶ ἰσχυροῦ ἀνδρὸς τὸ τοιοῦτον σημεῖον ὑπάρχει. κολοβαὶ δὲ οὖσαι, ὡς μὴ ἀφικνεῖσθαι εἰς γόνατα καὶ ἐν τῷ ἐσθίειν συναντᾶν ταῖς χερσὶ τὴν κεφαλὴν ἀναγκάζεσθαι, κακοθελεῖς, κάκιστοι, εἰς τὸ κακὸν ὑποχαίροντες καὶ τούτῳ ἐπιχαίροντες καὶ φθονεροί. καρτεραὶ ὠλέναι καὶ πήχεις ἀγκῶνές τε ἀρ- θρώδεις ἀρίστου ἀνδρὸς σημεῖον· τὰ δὲ [p. 268] ἐξίτηλα ἀνάνδρου ἀνδρὸς σημεῖον· τὰ δὲ πολὺ σαρκώδη ἀμαθοῦς τε καὶ ἀναισθήτου ἀνδρὸς τὸ σημεῖον.