Ancient Greek
Chapter 2
Pseudo-Polemon, Physiognomonica (Epitome Adamantiana) 2.52
Not analysed yet
[p. 277 Fr.] Πόδες νευρώδεις ἀρθρώδεις γενναῖα ἤθη ἀνδρὸς καὶ ἀνδρείαν σημαίνουσιν, ὁποῖος ἦν καὶ Ἡρα- κλῆς· ἀπαλοὶ δὲ πόδες καὶ σαρκώδεις τοιαῦτα καὶ τὰ ἤθη Ps. Pol. παρέχονται τουτέστιν ἁπαλοὺς ἄνδρας καὶ ἐν [p. 278] ταὐτῷ συνερχομένους σημαίνουσι. πόδες κολοβοὶ καὶ παχεῖς θηριώδους ψυχῆς εἰσι σημεῖα, οἱ δὲ πάνυ μακροὶ πολυπράγμο- νος καὶ κακομηχάνου εἰσὶν ἀνδρός· μικροὶ δὲ πόδες καὶ λεπτοὶ πανοῦργον ἄνδρα σημαίνουσι. πόδες κυρτοὶ ἢ κάτω- θεν κοῖλοι κακὸν ἄνδρα σημαίνουσιν. ὁμοίως δὲ καὶ οἱ τὰ κάτω ὁμαλὰ ἔχοντες καὶ ὡς τοῖς σφυροῖς βαίνοντες πανοῦργοι οἱ τοιοῦτοί εἰσιν ἄνδρες.