Ancient Greek
Chapter 2
Pseudo-Polemon, Physiognomonica (Epitome Adamantiana) 2.53
Not analysed yet
[p. 279 Fr.] Οἱ τοὺς δακτύλους συμφυεῖς ἔχοντες μιαροί εἰσι συῶν δίκην. εἰ δὲ συνεσταλμένους ἔχουσι τοὺς δακτύλους, πανοῦργοι καὶ κακοήθεις ἄνδρες εἰσί. δάκτυλοι μικροὶ πάνυ ὄντες καὶ λεπτοὶ ἀνοητοτέρους ἄνδρας σημαί- Ps. Pol. νουσι. δάκτυλοι παχεῖς κολοβοὶ τολμητήν, ἀπρονόητον καὶ θηριώδη ἄνδρα δηλοῦσιν· οἱ πολὺ δὲ μακροὶ καὶ λεπτοὶ ἀνοητοτέρους καὶ ὑποχαυνοτέρους καὶ φλυαροτέρους ἄνδρας σημαίνουσιν. οἱ δὲ εὐμεγέθεις καὶ εὐειδεῖς δακτύλους ἔχοντες ἄριστοι ἄνδρες.