Ancient Greek
Chapter 2
Pseudo-Polemon, Physiognomonica (Epitome Adamantiana) 2.57
Not analysed yet
[p 285 Fr.] Τὸν εὐφυῆ τοιοῦτον εἶναι νόει· εὖ μεγέθους ἔχοντα λευκὸν ὑπέρυθρον, οὐ πάνυ οὖλον οὐδὲ εὐθύτριχον, τὸ πᾶν σῶμα ὄρθιον, τὰ ἄρθρα ἀπολελυμένα ἀλλήλων, σὰρξ μετρία ἁπαλή, σκέλη καὶ μηροὶ εὐτραφεῖς, σφυρὰ καρτερά, ποδῶν καὶ χειρῶν ἄρθρα γενναῖα, δάκτυλοι ἁπλοῖ εὐμήκεις διεστῶτες ἀπʼ ἀλλήλων, ἐπηρμένα πρόσωπα Ps. Pol. καὶ σαρκώδη, οὐ [p. 286] μὴν λεπτά, ὀφθαλμοὶ ὑγροὶ εὐλαμπεῖς χαροποί, τὸ ἐν αὐτοῖς ἦθος γεγηθός.