Ancient Greek
2.58 to 2.62
Pseudo-Polemon, Physiognomonica (Epitome Adamantiana) 2.58-62
Not analysed yet
[p. 286 Fr.] Ἀναισθήτου σημεῖα ταῦτα· ἢ λευκὸς πάνυ ἢ πάνυ μέλας, σαρκώδης, προγάστωρ, παχυσκελής, τὰ δὲ ἄρθρα μικρὰ συνδεδεμένα καὶ κλεῖδας συμπεφυκυίας ἔχων, τράχηλον κολοβὸν παχύν, ἄκρα ἀτελῆ, παρειὰς σαρκώδεις, μέτωπον [p. 287] στρογγύλον, βλέμμα κωφὸν ἀχανές. [p. 287 Pr.] Ἀναισχύντου μὲν σημεῖα τάδε· ὀφθαλμοὶἀνεπτυγμένοι λαμπροί, βλέφαρα ἐκπεπετασμένα παχέα, παχύπους, παχύρριν, ἀντίον ὁρῶν, ἄνω τείνων ἑαυτόν, πυρ- ρὸς τὴν χροιάν, τὴν φωνὴν ὀξύς. [p. 288 Fr.] Σημεῖα δὲ κοσμίου ταῦτα· βαρὺ φθέγ- γεται, βραχὺ δέ, καὶ τὰ βλέφαρα κινεῖ μέσως, οὔτε συνεχῶς Ps. Pol. οὔτε διὰ χρόνου, χαροπός, ὑγρὸν δὲ ὁρῶν, οὐ λαμπρόν, ἐρυθήματος ὑπόπλεως. τοιοῦτον οὖν τὸν κόσμιον στοχάζου. Εὐθύμου σημεῖα· τὸ μέτωπον αὐτοῦ χθαμαλὸν λεῖον σαρκῶδες καὶ τὸ πᾶν πρόσωπον σαρκωδέστερον, τὸ δὲ εἶδος [p. 289] ὑπνηλόν, ὀφθαλμοὶ ὑγροὶ εὐλαμπεῖς, οὐ δεδορκότες, κίνησις σχολαία, φωνὴ ἠπία. Ἀνιαροῦ σημεῖα· πρόσωπον ἰσχνόν, μέτωπον ῥυσόν, ὀφρύες ἐκπεπετασμέναι, βλέφαρα ἐντεταμένα, κινεῖται ὥσπερ ὑπέρινοι.