Ancient Greek
Section 72
Pseudo-Polemon, Physiognomonica 72
Not analysed yet
Λάγνου σημεῖα· λευκόχρως, δασὺς τῇ ὑπήνῃ, εὐθείας καὶ παχείας τὰς τρίχας ἔχων, λιπαρὸν τὸ ὄμμα καὶ μάργον, σκέλη λεπτὰ καὶ νευρώδη καὶ ὅλως ὀρνιθώδη, δασύτης σκε- λῶν, γαστρὸς καὶ ὀμμάτων λιπαρότης, καὶ τὸ ἀνεσπάσθαι τὸ γένειον πρὸς τὴν ῥῖνα καὶ περιφέρειαν κοίλην ἔχειν τὸν τόπον τὸν [p. 31] μεταξὺ τῆς ῥινὸς καὶ τοῦ γενείου, οἷον εἶχε Σωκράτης ὁ καλός. καὶ οἷς ὑγροὶ οἱ ὀφθαλμοί, οἱ τοιοῦτοι λάγνοι καὶ οἷς ἡ φλὲψ ἐν τῷ βραχίονι, καὶ οἱ ῥικνοὶ τὰς κνήμας.