Ancient Greek · ~7 min
ΑΣΙΑ., lines ΑΣΙΑ..874-ΑΣΙΑ..925
Pseudo-Scymnus, Scymni Chii, ut fertur, Periegesis ΑΣΙΑ..874-925
Not analysed yet
Τὴν Τάναῖν, ὅστις ἐστὶ τῆς Ἀσίας ὅρος,
τέμνων γε τὴν ἤπειρον ἑκατέραν δίχα,
πρῶτοι νέμονται Σαρμάται, δισχίλια
στάδιʼ ἐπέχοντες.
Εἶτα μετὰ τούτους ἐστὶ Μαιωτῶν γένος
Ἰαζαματῶν λεγόμενον, ὡς Δημήτριος
ὁ συγγραφεὺς εἴρηκεν, ὡς δʼ Ἔφορος λέγει
Σαυροματῶν λέγεται ἔθνος.
Τούτοις ἐπιμεμίχθαι δὲ τὰς Ἀμαζόνας
τοῖς Σαυρομάταις λέγουσιν ἐλθούσας ποτέ
ἀπὸ τῆς περὶ Θερμώδοντα γενομένης μάχης.
ἐφ᾿ οἷς ἐπεκλήθησαν Γυναικοκρατούμενοι.
Εἶτ᾿ ἔστιν Ἑρμώνασσα Φαναγόρειά τε,
ἣν Τηΐους λέγουσιν οἰκίσαι ποτέ,
καὶ Σινδικὸς λιμὴν, ἔχων οἰκήτορας
Ἕλληνας ἀπὸ τῶν ἐγγὺς ἥκοντας τόπων.
Ταύτας περιέχει τὰς πόλεις διακειμένας
νῆσος, κατὰ τὴν Μαιῶτιν ἄχρι τοῦ Βοσπόρου
χώραν ἀπολαμβάνουσα πολλὴν πεδιάδα,
ἥτις τὰ μὲν τοῖς ἕλεσι καὶ τοῖς ποταμίοις
ἀδιάβατος τοῖς τενάγεσίν τʼ ἐν τῷ πέραν,
ἃ δὲ τῇ θαλάττῃ τῇ τε λίμνῃ γίνεται.
Τὸ δὲ στόμʼ ἐκπλέοντι Κιμμερὶς πόλις,
ἀπὸ Κιμμερίων μὲν βαρβάρων κεκλημένη,
κτίσις τυράννων δʼ οὖσα τῶν ἐν Βοσπόρῳ,
Κῆπός τʼ ἀποικισθεῖσα διὰ Μιλησίων.
Μοσύνοικοι
ἔθεσι νόμοις ἔργοις τε βαρβαρώτατοι·
φασὶν γὰρ ἐν ξυλίνοισιν ὑψηλοῖς τʼ ἄγαν
πύργοις ἐνοικεῖν πάντας, ἔν φανερῷ δʼ ἀεὶ
ἕκαστα πράττειν, τὸν δʼ ἑαυτῶν βασιλέα
δεδεμένον ἐν πύργῳ τε συγκεκλεισμένον
τηρεῖν ἐπιμελῶς, τὴν ἀνωτάτω στέγην
ἔχοντα, τοῖς φρουροῦσι δʼ αὐτὸν ἐπιμελές
εἶναι, νομίμως ἵνα πάντα προστάττῃ ποιεῖν·
εἰ δὲ παραβαίη, κόλασιν αὐτοῦ λαμβάνειν
φασὶν μεγίστην, μὴ διδόντας τὴν τροφήν.
Κερασοῦς Σλνωπέων ἄποικος
καθʼ ἣν ἔρημος κειμένη
παρήκει νῆσος Ἄρεως λεγομένη.
Τιβαρηνοὶ ᾤκουν ἔθνος ὁμοχώριον,
γελᾶν πάνυ σπεύδοντες ἐκ παντὸς τρόπου,
εὐδαιμονίαν ταύτην μεγίστην κεκρικότες.
Ἀμισὸς ἐν τῇ Λευκοσύρων γῇ κειμένη
Φωκαέων ἀποικία,
τέτταρσι πρότερον ἔτεσιν οἰκισθεῖσα γάρ
τῆς Ἡρακλείας ἔλαβʼ Ἰωνικὴν κτίσιν.
Κατὰ τὴν πόλιν ταύτην δὲ τῆς Ἀσίας σχεδόν
στενότατος αὐχήν ἐστιν εἰς τὸν Ἰσσικόν
κόλπον διήκων τήν τʼ Ἀλεξανδρούπολιν,
τῶ Μακεδόνι κτισθεῖσαν· ἡμερῶν δʼ ὁδόν
εἰς τὴν Κιλικίαν ἑπτὰ τῶν πασῶν ἔχει·