Ancient Greek · ~7 min
ΑΣΙΑ., lines ΑΣΙΑ..926-ΑΣΙΑ..978
Pseudo-Scymnus, Scymni Chii, ut fertur, Periegesis ΑΣΙΑ..926-978
Not analysed yet
τὸ τῆς Ἀσίας λέγεται γὰρ ἰσθμωδέστατον
εἰς τὸν περὶ αὐτὸν ὄντα συνάγεσθαι μυχόν.
Ὁ δ᾿ Ἡρόδοτος ἔοικεν ἀγνοεῖν, λέγων
ἐκ τῆς Κιλικίας ἀνδρί γʼ εὐζώνῳ μολεῖν
πένθʼ ἡμερῶν εἰς Πόντον εἶναι τὴν ὁδόν.
Ἔθνη δʼ ἔχει τὰ πάντα πεντεκαίδεκα
ἡ χερρόνησος, ὧν τρία μὲν Ἑλληνικά,
Αἰολικὸν εἶτʼ Ἰωνικὸν καὶ Δωρικόν,
τὰ λοιπὰ τῶν μιγάδων δὲ χωρὶς βάρβαρα.
Κίλικες μὲν οὖν Λύκιοί τε πρὸς τούτοις ἅμα
Κᾶρες Μαριανδυνοί τε παραθαλάττιοι.
οἰκοῦσι Παφλαγόνες τε καὶ Παμφύλιοι·
Χάλυβες δὲ τὴν μεσόγειον οἵ τε πλησίον
Καππάδοκες οἵ τε νεμόμενοι τὴν Πισιδικήν
Λυδοί τε καὶ πρὸς τοῖσδε Μυσοὶ καὶ Φρύγες.
Εἶτεν Σινώπη πόλις ἐπώνυμος μιᾶς
Ἀμαζόνων, ὧν πλησίον τὸ χωρίον,
ἥν ποτε μὲν ᾤκουν εὐγενεῖς ὄντες Σύροι,
μετὰ ταῦτα δ᾿ ,ὡς λέγουσιν, Ἑλλήνων ὅσοι
ἐπʼ Ἀμαζόνας διέβησαν, Αὐτόλυκός τε καί
σὺν Δηῖλέοντι Φλόγιος, ὄντες Θετταλοί,
ἔπειτα δʼ Ἁβρώνδας γένει Μιλήσιος·
ὑπὸ Κιμμερίων οὗτος δʼ ἀναιρεῖσθαι δοκεῖ·
μετὰ Κιμμερίους Κῷος, πάλιν δὲ Κρητίνης,
οἱ γενόμενοι φυγάδες ὅρῶν Μιλησίων·
οὗτοι συνοικίζουσι δʼ αὐτήν, ἡνίκα
ὁ Κιμμερίων κατέδραμε τὴν Ἀσίαν στρατός.
Καταντικρὺ δὲ Καράμβεως ἐν τῇ πέραν
κεῖται μέγιστον
ἀπότομον εἰς θάλατταν ὑψηλόν τʼ ὄρος,
Κριοῦ μέτωπον λεγόμενον,
νυχθήμερον πλοῦν ἀπέχον ἐκ Καράμβεως.
Ὧν δὴ τόπων λέγουσιν ἄρξαι Φινέα,
τὸν τοῦ Τυρίου Φοίνικος, ὕστέροισι δέ
χρόνοις κατελθεῖν ἐεξ Ἰωνίας στόλον
Μιλησίων κτίσαι τε ταύτας τὰς πόλεις,
ἃς εἰς Ἄμαστριν ὕστερον συνήγαγεν
ἐπὶ τεῶν τόπων κτίσασʼ ὁμώνυμον πόλιν
Ἄμαστρις, Ὀξυάθρου μὲν ἱστορουμένη
θυγάτηρ ὑπάρχειν, ὡς λόγος, τοῦ Περσικοῦ,
τοῦ δ᾿ Ἡρακλείας γενομένη Διονυσίου
γυνὴ τυράννου.
Παρθένιος Οὗιος ὁ ποταμός
πλωτὸς καταφέρων ῥεῖθρον ἡσυχώτατον.
Ἐν δʼ αὐτῷ λόγος
Ἀρτέμιδος εἶναι λουτρὸν ἐπιφανέστατον.
Εἶτ᾿ ἔστιν Ἡράκλεια, Βοιωτῶν κτίσις
καὶ Μεγαρέων· ἐντὸς δὲ ταύτην Κυανέων
κτίζουσιν ὁρμηθέντες ἀπὸ τῆς Ἑλλάδος,
καθʼ οὓς χρόνους ἐκράτησε Κῦρος Μηδίας.
Σαγγάριος Οὖτος ὁ ποταμός
ἐκ τῆς ὑπὲρ Θυνῶν τε καὶ Φρυγῶν χθονός
φερόμενος ἐξίησι διὰ τῆς Θυνίδος.