Ancient Greek
ΕΥΠΩΠΗ., lines ΕΥΠΩΠΗ..139-ΕΥΠΩΠΗ..185
Pseudo-Scymnus, Scymni Chii, ut fertur, Periegesis ΕΥΠΩΠΗ..139-185
Not analysed yet
Τὸ τῆς θαλάττης τῆς Ἀτλαντικῆς στόμα
σταδίων μὲν εἶναί φασιν ἑκατὸν εἴκοσιν·
ἡ περιέχουσα δʼ αὐτὸ χώρα πλησίον
ἡ μὲν Λιβύης ἡ δʼ ἐστὶν Εὐρώπης ἄκρα.
Νῆσοι δὲ τούτων ἑκατέρωθεν κείμεναι
διέχουσʼ ἀπʼ ἀλλήλων τριάκοντα σχεδόν
σταδίους· καλοῦνται δʼ ὑπό τινων Ἡρακλέους
στῆλαι. Μιᾶς τούτων δὲ Μασσαλιωτική
πόλις ἐστὶν ἐγγὺς, Μαινάκη καλουμένη·
αὕτη πρὸς Εὐρώπην δὲ τῶν Ἑλληνίδων
πόλεων ἁπασῶν ἐσχάτην ἔχει θέσιν.
Κάμψαντι τὴν ἄκραν δὲ τὴν κατʼ ἀντικρύ
πρὸς ἥλιον δύνοντα πλοῦς ἐσθʼ ἡμέρας·
εἶτ᾿ ἐχομένη ᾿στὶ νῆσος ἡ καλουμένη
Ἐρύθεια, μεγέθει μὲν βραχεῖα παντελῶς,
βοῶν δʼ ἀγέλας ἔχουσα καὶ βοσκημάτων,
προσεμφερεῖς ταύροις τε τοῖς Αἰγυπτίοις
καὶ τοῖς κατὰ τὴν Ἤπειρον ἔτι Θεσπρωτίοις·
προσεσπερίους δʼ Αἰθίοπας οἰκητὰς ἔχειν
λέγουσιν αὐτὴν γενομένης ἀποικίας.
Ταύτης σύνεγγυς δ ἐστὶ πόλις
λαβοῦσα Τυρίων ἐμπόρων ἀποικίαν,
Γάδειῤ, ὅπου μέγισ ια γίνεσθαι λόγος
κήτη. Μετὰ ταύτην δʼ ἐστιν ἡμερῶν δυοῖν
τελέσαντι πλοῦν ἐμπόριον εὐτυχέστατον
ἡ λεγομένη Ταρτησσὸς, ἐπιφανὴς πόλις,
ποταμόρρυτον κασσίτερον ἐκ τῆς Κελτικῆς
χρυσόν τε καὶ χαλκὸν φέρουσα πλείονα.
Ἔπειτα χώρα Κελτικὴ καλουμένη
μέχρι τῆς θαλάττης τῆς κατὰ Σαρδὼ κειμένης,
ὅπερ μέγιστόν ἐστι πρὸς δυσμαῖς ἔθνος.
Τὴν μὲν γὰρ ἐντὸς ἀνατολῶν πᾶσαν σχεδόν
οἰκοῦσιν Ἰνδοὶ, τὴν δὲ πρὸς μεσημβρίαν
Αἰθίοπες ἐγγὺς κείμενοι νότου πνοῆς·
τὸν ἀπὸ ζεφύρου Κελτοὶ δὲ μέχρι δυσμῶν τόπον
θερινῶν ἔχουσιν, τὸν δὲ πρὸς βορρᾶν Σκύθαι.
Ἰνδοὶ μὲν οὖν μεταξὺ θερινῶν ἀνατολῶν
καὶ χειμερινῶν οἰκοῦσι· Κελτοὶ δʼ ἀνάπαλιν
ὑπ᾿ ἰσημερινῆς θερινῆς τε δύσεως, ὡς λόγος.
Τὰ μὲν οὖν ἔθνη τὰ τέτταῤ ἐστὶ τοῖς ὄχλοις
τοῖς πλήθεσίν τε τῶν κατοικούντων ἴσα·
ἡ δʼ Αἰθιόπων πλέονʼ ἐστὶ χώραν καὶ Σκυθῶν
ἐρημίαν δʼ ἔχουσα πλείστην, διὰ τὸ καί
τὰ μὲν ἔμπυῤ εἶναι μᾶλλον αὐτῶν τὰ δʼ ἔνυγρα.
Χρῶνται δὲ Κελτοὶ τοῖς ἔθεσιν Ἑλληνικοῖς,
ἔχοντες οἰκειότατα πρὸς τὴν Ἑλλάδα
διὰ τὰς ὑποδοχὰς τῶν ἐπιξενουμένων·