Ancient Greek
ΕΥΠΩΠΗ., lines ΕΥΠΩΠΗ..186-ΕΥΠΩΠΗ..235
Pseudo-Scymnus, Scymni Chii, ut fertur, Periegesis ΕΥΠΩΠΗ..186-235
Not analysed yet
σὺν μουσικῇ δʼ ἄγσυσι τὰς ἐκκλησίας,
ζηλοῦντες αὐτὴν ἡμερώσεως χάριν.
Τούτων δ᾿ κεῖται λεγομένη τις ἐσχάτη
στήλη βόρειος· ἔστι δʼ ὑψηλὴ πάνυ
εἰς κυματῶδες πέλαγος ἀνατείνουσ᾿ ἄκραν.
Οἰκοῦσι τῆς στήλης δὲ τοὺς ἐγγὺς τόπους
Κελτῶν ὅσοι λήγουσιν ὄντες ἔσχατοι
Ἔνετοί τε καὶ τῶν ἐντὸς εἰς τὸν Ἀδρίαν
Ἴστρων καθηκόντων· λέγουσι δʼ αὐτόθεν
τὸν Ἴστρον ἀρχήν λαμβάνειν τοῦ ῥεύματος.
Τῶν πρὸς τὸ Σαρδῷον δ᾿ πέλαγος κειμένων
οἰκοῦσι Λιβυφοίνικες, ἐκ Καρχηδόνος
ἀποικίαν λαβόντες· ἑξῆς δʼ, ὡς λόγος,
Ταρτήσσιοι κατέχουσιν· εἶτ᾿ Ἴβηρες οἱ
προσεχεῖς. Ἐπάνω τούτων δὲ κεῖνται τῶν τόπων
Βέβρυκες. Ἔπειτα παραθαλάττιοι κάτω
Λίγυες ἔχονται καὶ πόλεις Ἑλληνίδες,
ἃς Μασσαλιῶται Φωκαεῖς ἀπῴκισαν·
πρώτη μὲν Ἐμπόριον, Ῥόδη δὲ δευτέρα·
ταύτην δὲ πρὶν ναῶν κρατοῦντες ἔκτισαν
Ῥόδιοι. Μεθ᾿ οὓς ἐλθόντες εἰς Ἱβηρίαν
οἱ Μασσαλίαν κτίσαντες ἔσχον Φωκαεῖς
Ἀγάθην Ῥοδανουσίαν τε, Ῥοδανὸς ἣν μέγας
ποταμὸς παραρρεῖ, Μασσαλία δʼ ἐστʼ ἐχομένη,
πόλις μεγίστη, Φωκαέων ἀποικία.
Ἐν τῇ Λιγυστικῇ δὲ ταύτην ἔκτίσαν
πρὸ τῆς μάχης τῆς ἐν Σαλαμῖνι γενομένης
ἔτεσιν πρότερον, ὥς φασιν, ἑκατὸν εἴκοσι.
Τίμαιος οὕτως ἱστορεῖ δὲ τὴν κτίσιν.
Εἶτεν μετὰ ταύτην Ταυρόεις καὶ πλησίον
πόλις Ὀλβία κἀντίπολις αὐτῶν ἐσχάτη.
Μετὰ τὴν Λιγυστικὴν Πελασγοὶ δʼ εἰσὶν αἱ
πρότερον κατοικήσαντες ἐκ τῆς Ἑλλάδος,
κοινὴν δὲ Τυρρηνοῖσι χώραν νεμόμενοι.
Τυρρηνίαν δʼ ὁ Λυδὸς Ἄτυος ἔκτισεν
Τυρρηνὸς ἐπὶ τοὺς Ὀμβρικοὺς ἐλθών ποτε.
Ἐν τῷ πόρῳ κεῖνται δὲ νῆσοι πελάγιαι,
Κύρνος τε καὶ Σαρδὼ, μεγίστη λεγομένη
μετὰ τὴν Σικελίαν νῆσον, αἵ τε πρίν ποτε
Σειρηνίδες Κίρκης τε νῆσοι λεγόμεναι.
Εἰσὶ δ᾿ ἐπάνω μὲν τῶν Πελασγῶν Ὀμβρικοί,
οὓς ᾤκισ᾿ οὑκ Κίρκης Ὀδωσσεῖ γενόμενος
Λατῖνος, Αὔσονές τε μεσόγειον τόπον
ἔχοντες, Αὔσων οὓς συνοικίσαι δοκεῖ,
Ὀδυσσέως παῖς καὶ Καλυψοῦς γενόμενος.
Ἐν τοῖς ἔθνεσι τούτοις δὲ Ῥώμη ᾿στὶν πόλις
ἔχουσʼ ἐφάμιλλον τῇ δυνάμει καὶ τοὔνομα,
ἄστρον τι κοινὸν τῆς ὅλης οἰκουμένης,
ἐν τῆ Λατίνῃ· Ῥωμύλον δʼ αὐτὴν κτίσαι
θέμενον ἀφʼ αὑτοῦ φασι τοῦτο τοὔνομα.