Ancient Greek
ΕΥΠΩΠΗ., lines ΕΥΠΩΠΗ..236-ΕΥΠΩΠΗ..286
Pseudo-Scymnus, Scymni Chii, ut fertur, Periegesis ΕΥΠΩΠΗ..236-286
Not analysed yet
Μετὰ δὲ Λατίνους ἔστιν ἐν Ὀπικοῖς πόλις
τῆς λεγομένης λίμνης Ἀόρνου πλησίον
Κύμη, πρότερον ἣν Χαλκιδεῖς ἀπῴκισαν,
εἶτ᾿ Αἰολεῖς· οὗ Κερβέριόν τι δείκνυται
ὑποχθόνιον μαντεῖον· ἐλθεῖν φασι δέ
δεῦρο παρὰ Κίρκης ἐπανάγοντʼ Ὀδυσσέα.
Ἐκ τῆς δὲ Κύμης τῆς πρὸς Ἀόρνῳ κειμένης
κτίσιν κατὰ χρησμὸν ἔλαβιν ἡ Νεάπολις.
Τούτοις δὲ Σαυνῖται παροικοῦσʼ ἐχόμενοι
τῶν Αὐσόνων· μεθʼ οὓς μεσόγειοι κείμενοι
οἰκοῦσι Λευκανοί τε Καμπανοί θʼ ἅμα.
Προσεχεῖς δὲ τούτοις εἰσὶ πάλιν Οἰνώτριοι
μέχρι τῆς Ποσειδωνιάδος ὠνομασμένης,
ἥν φασι Συβαρίτας ἀποικίσαι προτοῦ,
καὶ Μασσαλιωτῶν Φωκαέων τʼ Ἐλέα πόλις,
ἣν ἔκτισαν φυγόντες ὑπὸ τὰ Περσικά
οἱ Φωκαεῖς· μάλιστα δʼ εὐανδρουμένη
κατὰ τὴν Ἀσίαν Φωκαία κειμένη πόλις.
Ἐν τῷ πόρῳ κεῖνται δὲ τῷ Τυρρηνικῷ
νησῖδες ἑπτὰ τῆς Σικελίας οὐ πρόσω,
ἃς δὴ προσαγορεύουσι νήσους Αἰόλου,
ὧν ἔστιν Ἱερὰ λεγομένη τις εὐλόγως·
καιόμενα φαίνεται γὰρ ἐξ αὐτῆς πυρά
ἀπὸ σταδίων εὔδηλα πᾶσι πλειόνων,
καὶ διαπύρων εἰς ὕψος ἀναβολαὶ μύδρων,
ἔργα τε σιδήρειός τε ῥαιστήρων κτύπος.
Μία δʼ ἐστὶν αὐτῶν Δωρικὴν ἀποικίαν
ἔχουσα, Λιπάρα δʼ ὄνομα, συγγενὶς Κνίδου.
Ἑξῆς Σικελία νῆσος εὐτυχεστάτη,
ἣν τὸ πρότερον μὲν ἑτερόγλωσσα βάρβαρα
λέγουσι πλήθη κατανέμεσθʼ Ἰβηρικά,
διὰ τὴν ἑτερόπλευρον δὲ τῆς χώρας φύσιν
ὑπὸ τῶν Ἰβήρων Τρινακρίαν καλουμένην
χρόνῳ Σικελίαν προσαγορευθῆναι πάλιν,
Σικελοῦ δυναστεύσαντος· εἶθ᾿ Ἑλληνικάς
ἔσχεν πόλεις, ὥς φασιν, ἀπὸ τῶν Τρωϊκῶν
δεκάτη γενεᾷ μετὰ ταῦτα Θεοκλέους στόλον
παρὰ Χαλκιδέων λαβόντος· ἦν δʼ οὗτος γένει
ἐκ τῶν Ἀθηνῶν· καὶ συνῆλθον, ὡς λόγος,
Ἴωνες εἶτα Δωριεῖς οἰκήτορες.
Στάσεως δʼ ἐν αὐτοῖς γενομένης, οἱ Χαλκιδεῖς
κτίζουσι Νάξον, οἱ Μεγαρεῖς δὲ τὴν Ὕβλαν,
τὸ δʼ ἐπὶ Ζεφύριον τῆς Ἰταλίας Δωριεῖς
κατέσχον. Ἀρχίας δὲ τούτους προσλαβών
ὁ Κορίνθιος μετὰ Δωριέων κατῴκισεν
ἀπὸ τῆς ὁμόρου λίμνης λαβούσας τοὔνομα
τὰς νῦν Συρακούσας παῤ αὐτοῖς λεγομένας.
Μετὰ ταῦτα δʼ ἀπὸ Νάξου Λεοντῖνοι πόλις,
ἡ τὴν θέσιν τʼ ἔχουσα Ῥηγίου πέραν,
ἐπὶ τοῦ δὲ πορθμοῦ κειμένη τῆς Σικελίας,
Ζάγκλη, Κατάνη, Καλλίπολις ἔσχʼ ἀποικίαν.